# Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.24.3.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 14, Verse 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/14.24.3.1

Δ(??) (sic). Χρὴ δὲ γινώσκειν ὅτι τὸ τοῦ αἰῶνος ὄνομα, πολύσημόν ἐστι. πλεῖστα γὰρ σημαίνει. αἰὼν γὰρ λέγεται καὶ ἡ ἑκάστου ζωή. λέγεται πάλιν αἰὼν καὶ ὁ τῶν χιλίων ἐτῶν χρόνος. πάλιν λέγεται αἰὼν, ὅλος ὁ παρὼν βίος. καὶ αἰὼν, ὁ μέλλων· ὁ μετὰ τὴν ἀνάστασιν ἀτελεύτητος. λέγεται πάλιν αἰὼν, οὐ χρόνος. οὐδὲ χρόνου τί μέρος, ἡλίου φορᾷ καὶ δρόμῳ μετρούμενον, ἤγουν δι’ ἡμερῶν καὶ νυκτῶν συνιστάμενον, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀϊδίοις οἷόν τι χρονικὸν κίνημα καὶ διάστημα. ὅπερ γὰρ τοῖς ὑπὸ χρόνον ὁ χρόνος, τοῦτο τοῖς ἀιδίοις αἰών. λέγονται μὲν οὑν ἔπτα αἰῶνες του κόσμου τούτου· ἤγουν ἄπο τῆς οὐράνου καὶ γῆς κτίσεως, μέχρι τῆς κοινῆς τῶν ἀνθρώπων συντελείας τὲ καὶ ἀναστάσεως. ὄγδοος δὲ αἰὼν, ὁ μέλλων πρὸ δὲ τῆς τοῦ κόσμου συστάσεως, ὅτε οὐδὲ ὁ ἥλιος ἦν, διαιρῶν ἡμέραν ἀπὸ νυκτὸς, οὐκ ἢν αἰὼν μεριστὸς, ἀλλὰ τὸ συμπαρεκτεινόμενον τοῖς ἀιδίοις, οἱονεὶ χρονικὸν κίνημα καὶ διάστημα. καὶ κατὰ μὲν τοῦτο, εἷς αἰών ἐστι. καθὸ καὶ λέγεται ὁ Θεὸς αἰώνιος καὶ προαιώνιος. καὶ αὐτὸν γὰρ τὸν αἰῶνα αὐτὸς ἐποίησε. μόνος γὰρ ἄναρχος ὣν ὁ Θεὸς, πάντων αὐτός ἐστι ποιητὴς, τῶν τε αἰωνίων καὶ πάντων τῶν ὄντων. λέγονται δὲ αἰῶνες αἰώνων, καθότι οἱ τοῦ παρόντος κόσμου ἑπτὰ αἰῶνες, πολλοὺς αἰῶνας, ἤγουν ζωὰς περιέχουσιν ἀνθρώπων. καὶ ὁ αἰὼν ὁ εἷς, ὃς πάντων τῶν αἰώνων ἐστὶ περιεκτικός. καὶ αἰὼν αἰῶνος λέγεται, ὁ νῦν καὶ ὁ μέλλων. αἰώνιος δὲ ζωὴ καὶ αἰώνιος κόλασις, τὸ ἀτελεύτητον τοῦ μέλλοντος δηλοῖ. οὐδὲ γὰρ μετὰ τὴν ἀνάστασιν ἡμέραις καὶ νυξὶν ὁ χρόνος ἀριθμηθήσεται. ἔσται δὲ μᾶλλον μία ἡμέρα ἀνέοπερος, τοῦ ἡλίου τῆς δικαιοσύνης, τοῖς δικαίοις φαιδρῶς ἐπιλάμποντος. τοῖς δὲ ἁμαρτωλοῖς, νὺξ βαθεῖα ἀπέραντος. πάντων οὖν τῶν αἰώνων εἰς ποιητὴς, ὁ Θεὸς, ὁ καὶ πάντα δημιουργήσας· ὁ ὑπάρχων πρὸ τῶν αἰώνων. Θεοδωρήτου ἐκ τῶν περὶ αἱρέσεωσ. Βαλεντῖνος δὲ καὶ Σεκουνδῖνος, καὶ Μάρκος, καὶ οἱ ἐκείνων διάδοχοι, παμπόλλους αἰῶνας τοῦ δημιουργοῦ πρεσβυτέρους εἶναι φασί. οὐκ ἐκ τῶν θείων λογίων τοῦτο μεμαθηκότες, ἀλλ’ αὐτοὶ τοὺς μύθους συμπλάσαντες. καὶ οὐ συνεῖδον οἱ ἐμβρόντητοι, ὡς ὁ αἰὼν, οὐκ οὐσία τίς ἐστιν ὑφεστῶσα, ἀλλὰ διάστημά τι χρόνου δηλωτικόν. ποτὲ μὲν ἀπείρου, ὅταν περὶ Θεοῦ λέγηται· ποτὲ δὲ τῇ κτίσει συμμέτρου· ἄλλοτε δὲ τῇ ἀνθρωπίνῃ ζωῇ. περὶ γὰρ ἡμῶν φησι ὁ θεῖος Δαβὶδ, “ ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.” περὶ δὲ τῆς κτίσεως ὁ Κύριος λέγει, “ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμὶ πάσας “ τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” περὶ δὲ Θεοῦ τῶν ὅλων πάλιν ὁ μακάριος Δαβὶδ, “ ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ “ αἰῶνος σὺ εἶ.” ἀντὶ τοῦ, οὔτε ἀρχὴν οὔτε πέρας ἔχεις. καὶ ἐπειδὴ ὁ αἰὼν διάστημά τι δηλοῖ· ἵνα μή τις ἀνοήτως ὑπολάβῃ, μὴ εἶναι πρὸ τῶν αἰώνων τὸν τῶν ὅλων Θεὸν, ἐν ἑτέρῳ ψαλμῷ ὁ αὐτὸς ἔφη προφήτης, “ εἰσακούσεται ὁ Θεὸς καὶ ταπεινώσει “ αὐτοὺς, ὁ ὑπάρχων πρὸ τῶν αἰώνων.” διάτοι τοῦτο καὶ τῶν αἰώνων ποιητὴν εἶναι τὸν Πατέρα καὶ τὸν Υἱὸν ὁ μακάριος εἴρηκε Παῦλος. “ ἐκάλησε γὰρ ὑμᾶς ἐν Υἱῷ,” φησὶν, “ ὃν ἔθηκε κληρο- “ νόμον πάντων. δι’ οὗ καὶ τοὺς αἰῶνας ἐποίησε.” τὸ δὲ ἐποίησεν, οὐκ οὐσίαν αἰώνων δηλοῖ, ἀλλ’ ὅτι οὐδεὶς τοῦ Θεοῦ τῶν ὅλων πρεαβύτερος. καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησὶ, “ τῷ δὲ βασιλεῖ τῶν “ αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ σοφῷ Θεῷ, τιμὴ καὶ δόξα εἰς “ τοὺς αἰῶνας, ἀμήν.” οὐκ ἐνυποστάτους τινὰς εἶναι διδάσκων αἰῶνας, ἀλλ’ αἰώνιον τοῦ Θεοῦ κηρύττων τὴν βασίλειαν. καὶ πάλιν ὁ αὐτὸς λέγει Ἀπόστολος, “ σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις. “ ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων.” εἰ δὲ τὸ τῆς οἰκονομίας μυστήριον, τῶν αἰώνων, κατὰ τὸν θεῖον ὅρον, πρεσβύτερον, ἀσε- βείας ἐσχάτης τὸ τὸν τῶν ὅλων Θεὸν, νεώτερον τῶν αἰώνων ἀποκαλεῖν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
