Ancient Greek
Chapter 14, Verse 4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.4.1
Not analysed yet
Χρυσοστόμου. Πἀλιν πρὸς τοὺς ἰσχυροὺς ἀποτείνεται. ὅθεν δῆλον, ὅτι καὶ ἐκεῖνοι ἔκρινον, οὐ μόνον ἐξουθένουν. ἵνα δὲ μὴ ἀπογνῷ, καὶ ἀσθενοῦντα αὐτὸν οἰκέτην καλεῖ. λεληθότος δὲ καὶ ἐνταῦθα αὐτοῦ καθάπτεται. οὐ γὰρ ἐπειδὴ ἄξια τοῦ μὴ κρίνεσθαι ποιεῖ, διὰ τοῦτο κελεύων μὴ κρίνειν. ἀλλ’ ἐπειδὴ ἀλλότριος ἐστὶν οἰκέτηb τουτέστιν, οὐ σὸς, ἀλλὰ τοῦ Θεοῦ. τάχα δὲ καὶ ὁ οἰκέτης ὃν προσελάβετο ὁ Χριστὸς, ἀλλότριος ἔστι τοῦ νόμου. τίς οὖν εἶ σὺ, ὁ κρίνων ἄπο τοῦ νόμου τὸν τοῦ νόμου ἀλλόριον ; Τῷ ἰδίῳ κυρίῳ στήκει, ἣ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστι στῆσαι αὐτὸν ὁ Θεός.