Ancient Greek
Chapter 14, Verse 4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.4.3
Not analysed yet
Χρυσοστόμου. Τέως δὲ καὶ τοῦτο ἄλλη πληγή. δοκεῖ μὲν γὰρ ἡ ἀγανάκτησις ετͅναι πρὸς τὸν ἰσχυρότερον. καθάπτεται δὲ ἐκείνου. ὅταν γὰρ εἴπῃ “σταθήσεται δέ’ δείκνυσιν ἔτι σαλευό- μένον, καὶ πολλῆς δεόμενον τῆς προσοχῆς, καὶ τοσαύτης τῆς ἐπιμελείας, ὡς καὶ τὸν Θεὸν καλεῖν ἰατρόν. “δυνατὸς γάρ ἐστι Θεὸς “στῆσαι αὐτόν.” ὅπερ, ἐπὶ τῶν σφόδρα ἀπεγνωσμένων λέγομεν. παραμυθούμενος δὲ πάλιν αὐτὸν, οὐκ εἰπεν ὅτι πίπτει, ἀλλὰ τί; “στήκει ἣ πίπτει.” ἄν τε δὲ τοῦτο ἄν τε ἐκεῖνο ᾖ, τῷ δεσπότῃ διαφέρει ταῦτα ἀμφότερα. καὶ γὰρ ἡ ζημία ἐκεῖ τείνει πεσόντος· ὥσπερ οὑν καὶ ο πλοῦτος εστωτος. Τοῦ Αὐτοῦ ἐκ τοῦ ὕφουσ. Ταῦτα δὲ εἰ μὴ τὸν σκοπὸν κατίδωμεν τοῦ Παύλου, βουλομένου μὴ πρὸ καιροῦ τοῦ προσήκοντος ἐπιτιμᾶσθαι αὐτοῖς, σφόδρα ἀνάξια τῆς Χριστιανοῖς πρεπούσης κηδεμονίας ἐστίν. ἀλλ’ ὅπερ ἀεὶ λέγω, τὴν γνώμην ἐξετάζειν δεῖ μεθ’ ἧς λέγεται, καὶ τὴν ὑπόθεσιν περὶ ἧς λέγεται· καὶ τί σπουδάζων κατορθῶσαι λέγει. οὐχ ὡς ἔτυχε δὲ ἐνέτρεψε τοῦτο εἰπών. εἰ γὰρ ὁ Θεὸς, φησὶν, ὁ τὴν ζημίαν ὑπομένων, οὐδὲν ποιεῖ τέως, πῶς οὐκ ἃν ᾖς ἄκαιρος σὺ, καὶ πέρα τοῦ μέτρου περίεργος, είχων αὐτὸν καὶ ἐνοχλῶν;