Ancient Greek
Chapter 15, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.1.3
Not analysed yet
Ἀποστόλου. Πλὴν οὐχ ᾗ Θεὸς ἐστὶ, φέρει τι τῶν μὴ ἀρεσκόντων ἑαυτῷ ὁ Χριστός. οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι Θεοῦ, καὶ λυπῆσαι Θεὸν, ἰσχύσειεν ἄν. ἵνα δὴ καὶ λέγωμεν, ὡς οὐκ ἤρεσεν ἑαυτῷ· ἀλλὰ καθ’ ὅσον ἐκοινώνησε τοῦ ἀνθρωπείου, τοῦ καὶ ἀηθῶς πρός τι διατεθῆναι δυναμένου, κατὰ τοῦτο οὐκ ἤρεσεν ἑαυτῷ, τοὺς ἐνοχλοῦντας μετελθὼν ἣ ἀπωσάμενος, ἀλλ’ ὑπέμεινεν. ἀρέσκειν δὲ παραινέσας τῷ πλησίον, ἀναγκαίως προσέθηκεν, “εἰς “τὸ ἀγαθόν.” οὐκέτι γὰρ τοῦτο ἀνθρωπαρεσκία. ἀνθρωπαρεσκία δὲ, τὸ καθ’ ἡδονὴν τι πράττειν ἀνθρώπων.