# Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.15.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 15, Verse 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/15.15.2

Θεοδωρήτου. Ἱερουργίαν μὲν οὖν ἐκάλεσε τὸ εὐαγγέλιον. τὴν δὲ γνησίαν πίστιν, εὐπρόσδεκτον προσφοράν. τὸ δὲ “ τολμηρό- “τερον ἔγραψα ὑμῖν ἀπὸ μέρους,” οὕτω τίς ἐξελάβετο. ἡ ἐπικει. μένη μοι ἀνάγκη. καὶ σφοδρότερον καὶ ἀκριβέστερον γράφειν ἀπαιτεῖ. ἐγὼ δὲ ἐτόλμησα καὶ τῆς ἀκριβείας καθυφεῖναι, καὶ οὐχ ὡς διδάσκαλος γράφειν, ἀλλὰ μετὰ πολλῆς φειδοῦς. καὶ “ὡς ἐπαναμιμνήσίων.” καίτοι χρεωστῶν καὶ ἀκριβέστερον σφοδρότερον. εἰς τοῦτο γὰρ ὑπὸ τῆς χάριτος προσκεχείρισμαι, καὶ ἐν τούτῳ ὑπουργεῖν καὶ δουλεύειν τέταγμαι. ὡς ἃν εἴ τις ἔλε- γεν, ἴσως ἐν οἷς ἔγραψα καθηψάμην ὑμῶν, καὶ ἔδ̀οοξα τισὶν ὑμῶν σκληρότερον ὑμῖν προσενεχθῆναι. ἐγὼ δὲ τοσούτου δέω τοῦτο ποιῆ- ’σαι, ὅτι φοβοῦμαι μήπως μετὰ πολλῆς φειδοῦς καὶ ὑποστολῆς γράψας, καὶ εὐθύνας ὑφέξω, ὡς τολμήσας ἔλαττον ἔργον διδασκά- λου ποιῆσαι. Κυρίλλου ἐκ τῶν Θησαυρῶν. Ἀλλ’ ὅρα καὶ ἐνταῦθα πῶς εἰληφέναι μὲν ἐν χάριτος μοίρᾳ παρὰ Θεοῦ διισχυρίζεται, τὸ εἶναι λειτουργὸς Χριστοῦ Ἰησοῦ. τῆς ἱερουργίας δὲ τὸν ἐξηγούμενος, “εἰς τὸ εὐαγγέλιον,” φησὶ, “Θεοῦ.” καίτοι Χριστὸν Ἰησοῦν κηρύσσων καὶ εὐαγγελιζόμενος. οὕτως οἶδε φύσει Θεὸν ὄντα τὸν Υἱόν. οὐ γὰρ ἃν ὠνόμασε Θεὸν, μὴ τοῦτο κατὰ φύσιν ὑπάρχοντα. οὐδ’ ἃν ἐφ’ ἑαυτῷ πολὺ λίαν ἐκαυχήσατο λέγων, ηὐδόκησεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ ἀποκαλύψαι δι’ ἐμοῦ, εἴπερ ἢν κτίσμα καὶ ποίημα·

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
