Ancient Greek
Chapter 15, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.22.Comment verse
Not analysed yet
Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ ἐλθεῖν πρὸς ὑμᾶς. Χρυσοστόμου. Ὁμοίως τῷ προοιμίῳ τὸ τέλος ὑφαίνει. καὶ γὰρ καὶ τῆς Ἐπιστολῆς ἀρχόμενος ἔλεγε, “πολλάκις προεθέμην “ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἐκωλύθη ἄχρι τοῦ δεῦρο.” ἐνταῦθα δὲ καὶ τὴν αἰτίαν τίθησι δι’ ἣν ἐκωλύθη. καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ πολλάκις. ὥσπερ γὰρ ἐκεῖ φησὶν, “πολλάκις προεθέμην “ἐλθεῖν πρὸς ὑμᾶς,” οὕτω καὶ ἐνταῦθα, “ἐνεκοπτόμην τὰ πολλὰ “τοῦ ἐλθεῖν πρὸς ὑμᾶς.” ὅπερ μάλιστα τὴν ἐπιθυμίαν αὐτοῦ δείκνυσι, τὸ πολλάκις ἐπιχειρεῖν.