Ancient Greek
Chapter 15, Verse 23
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.23.2
Not analysed yet
Θεοδωρήτου. Δύο δὲ αἰτίας τῇ πρὸς αὐτοὺς ἀφίξεως τέθεικε, τό, τε τοὺς ἄλλους τὸ κήρυγμα δέξασθαι, καὶ μηδὲν ἔθνος μεῖναι τῆς εὐαγγελικῆς διδασκαλίας ἀνήκοον· καὶ τὸν περὶ αὐτοὺς πόθον. τῶν γὰρ προτέρων κωλυμάτων πεπαυμένων, ὁ πόθος ἐπὶ τὴν ἀποδημίαν ἠρέθιζε. λέγει δὲ τὸν πόθον εἶναι πολλῷ τῆς παρουσίας πρεσβύτερον. ἀπὸ πολλῶν γὰρ ἐτῶν, φησὶν, ἰδεῖν ὑμᾶς ἐπόθουν. Γενναδίου. Τὸ δὲ “ἐμπλησθῶ ἀπὸ μέρους,” ἀντὶ τοῦ, κατὰ τὸν ἐνδεχόμενον ἐμπλησθῶ. ἣ τοῦτο εἶπεν, ὡς καὶ αὖθις πρὸς αὐτοὺς ἀφιξόμενος. ἐπείπερ οὐχ ἅπαξ εἰς τὴν Ῥώμην ἀφίκετο ὁ μακάριος Παῦλος.