# Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.25.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 15, Verse 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/15.25.1

Τοῦ Χρυσορειθρολόγου. Ἐπειδὴ εἶπεν, ὅτι τόπον οὐκέτι ἔχων ἐν τοῖς κλίμασι τούτοις, καὶ ἐπιποθίαν ἔχω ἐκ πολλῶν ἐτῶν ἐΛθεῖν πρὸς ὑμᾶς, ἔμελλε δὲ ἔτι βραδύνειν· ἵνα μὴ νομίζηται διαχλευάζειν αὐτοὺς, λέγει καὶ τὴν αἰτίαν δι’ ἣν ἀναβάλλεται τέως. καὶ δοκεῖ μὲν τὴν πρόφασιν λέγειν τῆς μελήσεως. διὰ δὲ τούτων, καὶ ἕτερόν τι κατασκευάζει, τὸ προτρέψαι ἐκείνους εἰς ἐλεημοσύνην. ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο, ἤρκει εἰπεῖν, ὅτι προεύομαι εἰς Ἱερουσαλήν. νυνὶ δὲ καὶ τὴν αἰτίαν προστίθησι τῆς ἀποδημίας. μίας. πορεύομαι γάρ, φησιν, διακονῶν τοῖς ἁγίοις. καὶ ἐνδιατρίβει τῷ λόγῳ, καὶ λογισμοὺς κινεῖ λέγων, ὅτι ὀφειλέται εἰσί. καὶ ὅτι εἰ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσι καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι. ἵνα μάθωσιν ἐκεῖνοι τούτους ζηλοῦν. διὸ καὶ μάλιστα αὐτοῦ τὴν σοφίαν θαυμάσαι ἄξιον. ὅτι τοῦτον τῆς συμβουλῆς τὸν τρόπον ἐπενόησεν. οὕτω γὰρ μᾶλλον ἠνείχοντο, ἣ εἰ ἐν τάξει παραινέσεως εἶπε. καὶ γὰρ ἔδοξαν ὑβρίζεσθαι, εἰ εἰς πρόσωπον αὐτῶν Κορινθίους παρήγαγεν εἰς μέσον καὶ Μακεδόνας. διὰ δὴ τοῦτο ἐκείνους μὲν οὕτω προτρέπει λέγων, “ γνωρίζω δὲ “ ὑμῖν τὴν χάριν τοῦ Θεοῦ τὴν δεδομένην ταῖς ἐκκλησίαις τῆς “ Μακεδονίας.” καὶ Μακεδόνας δὲ διὰ τούτων πάλιν, “ ὁ γὰρ ἐξ “ ὑμῶν ζῆλος,” φησὶν, “ ἠρέθισε τοὺς πλείονας.” καὶ διὰ Γαλατων δὲ ὁμοίως τοῦτο ποιεῖ. ὡς ὅταν λέγῃ, “ ὥσπερ διέταξα ταῖς “ ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.” ἐπὶ δὲ Ῥωμαίων, οὐχ οὕτως, ἀλλ’ ὑπεσταλμένως μᾶλλον. καὶ σκόπει πῶς μεγαλοπρεπῶς ταῖς λέξεσι κέχρηται. οὐδὲ γὰρ εἶπε, πορεύομαι ἐλεημοσύνην φέρων, ἀλλὰ διακονῶν. εἰ δὲ Παῦλος διακονεῖ, ἐννόησον ἡλίκον τὸ γινόμενον, ὅταν ὁ τῆς οἰκουμένης διδάσκαλος καταδέχηται ἀποκομίζειν. καὶ μέλλων εἰς Ῥώμην ἀποδημεῖν, καὶ οὕτως αὐτοὺς ἐπιποθῶν, τοῦτο ἐκείνου προτιμᾷ. εὐδόκησε γὰρ “ Μακεδονία καὶ Ἀχαΐα.” τουτέστιν, ἐδοκίμασαν, “ ἐπεθύμησαν “ κοινωνίαν τινά.” πάλιν οὐκ εἰπεν ἐλεημοσύνην, ἀλλὰ “ κοινω- “ νίαν.” τὸ δὲ “ τινὰ,” οὐχ ἁπλῶς τέθεικεν, ἀλλ’ ἵνα μὴ δόξῃ τούτους ὀνειδίζειν. καὶ οὐκ εἶπεν ἁπλῶς εἰς τοὺς πτωχοὺς, ἀλλ’ “ εἰς τοὺς πτωχοὺς τῶν ἁγίων.” διπλῆν ποιῶν τὴν σύστασιν, καὶ τὴν ἀπὸ τῆς ἀρετῆς, καὶ τὴν ἀπὸ τῆς πενίας. καὶ οὐδὲ τούτῳ μόνῳ ἠρκέσθη, ἀλλ’ ἐπήγαγεν ὅτι “ ὀφείλεται εἰσι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
