Ancient Greek
Chapter 15, Verse 25
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.25.4
Not analysed yet
Τοῦ Χρυσοχριστοστόμου. Δείκνυσι πῶς εἰσὶν ὀφειλέται. ὃ δὲ λέγει, τοῦτό ἐστι. δι’ αὐτοὺς ἦλθεν ὁ Χριστός· αὐτοῖς ἦν ἅπαντα ἐπηγγελμένα τοῖς ἐξ Ἰουδαίων. ἐξ αὐτῶν ὁ Χριστός· ἐκεῖθεν οἱ Ἀπόστολοι· ἐκεῖθεν οἱ προφῆται· ἐκεῖθεν τὰ ἀγαθὰ πάντα. τούτων οὖν ἁπάντων ἐκοινώνησεν ἡ οἰκουμένη. εἰ τοίνυν ἐν τοῖς μείζοσιν ἐκοινωνήσατε φησὶ, καὶ τῶν δείπνων τῶν ἐκείνοις παρεσκευασμένων, ὑμεῖς εἰσελθόντες ἀπηλαύσατε, κατὰ τὴν τοῦ εὐαγγελίου παραβολὴν, ὀφείλετε καὶ τῶν σαρκικῶν κοινωνῆσαι, καὶ μεταδοῦναι αὐτοῖς. καὶ οὐκ εἶπε κοινωνῆσαι, ἀλλὰ “λειτουρ- “γῆσαι.” ἐν τάξει διακόνων αὐτοὺς καθιστὰς, καὶ τῶν βασιλεῦσι τελούντων φόρους. καὶ οὐκ εἶπεν ἐν τοῖς σαρκικοῖς ὑμῶν, ὥσπερ ἐν τοῖς πνευματικοῖς αὐτῶν. τὰ μὲν γὰρ πνευματικὰ, ἐκείνων, τὰ δὲ σαρκικὰ οὐ τούτων μόνων, ἀλλὰ κοινὰ πάντων. τὰ γὰρ χρήματα, πάντων ἐκέλευσεν εἶναι, οὐχὶ τῶν κεκτημένων μόνων. Θεοδωρήτου. Ὅρα δὲ, ὅπως τὴν τῶν χρημάτων μετάδοσιν, ἄνω μὲν κοινωνίαν, κάτω δὲ λειτουργίαν ἐκάλεσε. τῇ μὲν κοινωνίᾳ, τὴν ἀντίδοσιν ἀποφαίνων, τῇ δὲ λειτουργίᾳ, τὸν ὀφειλόμενον φόρον.