Ancient Greek
Chapter 15, Verse 29
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.29.2
Not analysed yet
Χρυσοστόμου. Τὸ δὲ, “ἐν πληρώματι εὐλογίας” ἤτοι περὶ χρημάτων φησίν· ἢ περὶ πάντων ἁπλῶς τῶν κατορθωμάτων. εὐλογίαν γὰρ ὡς τὰ πολλὰ, τὴν ἐλεημοσύνην εἴωθε λέγειν. ὡς ὅταν λέγῃ, “ὡς εὐλογίαν καὶ μὴ ὡς πλεονεξίαν.” καὶ ἔθος δὲ παλαιὸν οὕτως ἦν καλεῖσθαι τὸ πρᾶγμα. ἐπειδὴ δὲ ἐνταῦθα προσέθηκε “τοῦ “εὐαγγελίου,” διὰ τοῦτο φαμὲν οὐ περὶ χρημάτων μόνων εἰρηκέναι, ἀλλὰ καὶ περὶ τῶν ἄλλων ἁπάντων. ὡς ἃν εἰ εἰπεν, οἰδα δὲ ὅτι ἐρχόμενος ὄψομαι ὑμᾶς ἐν ἅπασιν εὐδοκιμοῦντας, καὶ κομῶντας τοῖς ἀγαθοῖς, καὶ μυρίων ἐπαίνων ἀξίους τῶν κατὰ τὸ εὐαγγέλιον. καὶ τοῦτο δὲ εἶδος συμβουλῆς θαυμαστὸν, τὸ προκαταλαμβάνειν αὐτοὺς τοῖς ἐγκωμίοις. ὅταν γὰρ παραιτῆται ἐν τάξει παραινεσεως τοῦτο ποιεῖν, ἐπὶ τοῦτον ἔρχεται τῆς διορθώσεως τὸν τρόπον.