# Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.30.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 15, Verse 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/15.30.1

Χρυσοστόμου. Πάλιν ἐνταῦθα τὸν Χριστὸν καὶ τὸ Πνεῦμα προβάλλεται. καὶ οὐδαμοῦ μέμνηται τοῦ Πατρός. ταῦτα δὲ εἶπον, ἵν ὅταν ἴδῃς αὐτὸν Πατρὸς καὶ Υἱοῦ μεμνημένον, ἢ Πατρὸς μόνου, μήτε τὸν Υἱὸν μήτε Πνεῦμα ἀθετῇς. καὶ οὐκ εἶπε Πνεύματος, ἀλλὰ ἀγάπης Πνεύματος. καθάπερ ὁ Χριστὸς ἠγάπησε τὸν κόσμον καὶ ὁ Πατὴρ, οὕτω καὶ τὸ Πνεῦμα. τι δέ ἐστιν ὃ παρακαλεῖς, εἰπέ μοι, “ συναγωνίσασθαι μοι ἐν ταῖς προσευχαῖς “ ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν;” μέγας ἄρα ἀγὼν αὐτῷ προὔκειτο. διὸ καὶ τὰς εὐχας αυτων καλει. καὶ οὐκ εἰπεν ἰνα συμπλακω, ἀλλ’ “ ἵνα ῥυσθῶ.” ὡς ὁ Χριστὸς ἐκέλευσεν εὔχεσθαι μὴ εἰσελθεῖν εἰς πειρασμόν. ταῦτα δὲ λέγων ἐδείκνυ πονηρούς τινας λύκους ἐπιθησομένους αὐτῷ, καὶ θηρία μᾶλλον ἢ ἄνδρας. ἀπὸ δὲ τούτου, καὶ ἕτερον κατεσκεύαζε, τὸ δεῖξαι ὅτι δικαίως ἀνεδέξατο τὸ διακονῆσαι τοῖς ἁγίοις· εἴγε τοσοῦτοι οἱ ἀπειθοῦντες, ὡς καὶ αὐτῶν εὔχεσθαι ῥυσθῆναι. οἱ γὰρ μεταξὺ τοσούτων ὄντες πολεμίων, καὶ λιμῷ ἀπόλλυσθαι ἔμελλον. διὸ ἀναγκαίως ἑτέρωθεν αὐτοῖς ἐκομίζετο. τί δέ ἐστιν, “ ἵνα ἡ διακονία μου εὐπρόσδεκτος γένηται τοῖς “ ἁγίοις ;” ἵνα δεκτὴ γένηταί μου ἡ θυσία. ἵνα μετὰ προθυμίας ὑποδέξωνται τὰ διδόμενα. ὁρᾷς πῶς πάλιν ἐπῆρε τὸ ἀξίωμα τῶν λαμβανόντων· εἴ γε εὐχῶν δεῖται παρὰ δήμου τοσούτου εἰς τὸ δεχθῆναι τὰ πεμπόμενα; ἀπὸ δὲ τούτου δείκνυσι καὶ ἕτερόν τι. ὅτι οὐκ ἀρκεῖ τὸ δοῦναι ἐλεημοσύνην εἰς τὸ δεχθῆναι. ὅταν γὰρ μετὰ ἀνάγκης τίς παρέχῃ, ὅταν ἐξ ἀδικίας, ὅταν πρὸς κενοδοξίαν, οἴχεται ὁ καρπός. ὥσπερ δὲ ἀρχόμενος ἔλεγεν, “ εἴ πὼς ἤδη ποτὲ “ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ Θεοῦ πρὸς ὑμᾶς ἐλθεῖν,” οὕτω καὶ ἐνταῦθα ἐπὶ τὸ αὐτοῦ καταφεύγει θέλημα. καὶ φησὶ, ὅτι διὰ τοῦτο ἐπεύχομαι ῥυσθῆναι ἐκεῖθεν, ἵνα ταχέως ὑμᾶς ἴδω μεθ’ ἡδονῆς· μηδεμίαν ἐκεῖθεν ἐπισυρόμενος ἀθυμίαν. καὶ “ συν- “ ἀναπαύσωμαι ὑμῖν.” ὅρα πῶς πάλιν τὸ ἄτυφον δείκνυσιν. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, καὶ κατηχήσω, ἀλλ’ “ ἵνα συναναπαύσωμαι “ ὐμῖν.” καίτοι αὐτὸς ἦν ὁ ἀγωνιζόμενος καὶ πυκτεύων. πῶς οὑν φησὶ “ συναναπαύσωμαι ;” χαριζόμενος αὐτοῖς κἂν τούτῳ, προθυμοτέρους ποιῶν, τῷ κοινωνοὺς ποιεῖν τῶν στεφάνων, καὶ δεικνύειν καὶ αὐτοὺς ἀγωνιζομένους καὶ πονοῦντας. εἶτα, ὅπερ ἀεὶ ποιεῖν εἴωθε, τὴν εὐχὴν μετὰ τὴν παραίνεσιν προστίθησι λέγων, “ ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν, ἀμήν.”

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
