# Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.30.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 15, Verse 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/15.30.2

Θεοδωρήτου. Θεὸν δὲ εἰρήνης οὐχ ἁπλῶς ἐνταῦθα τὸν Θεὸν προσηγόρευσεν, ἀλλὰ καὶ ὡς αὐτὸς ταύτης δεόμενος, διά τε τοὺς προφανῶς πολεμοῦντας, καὶ τοὺς ὑπόπτως περὶ αὐτὸν διακειμένους· καὶ ἐκείνοις ταύτην ἐπευχόμενος, δι’ ἣν εἶχον πρὸς ἀλλήλους ἀμφιβόλους τῶν νομικῶν χάριν παρατηρήσεων. ἀλλὰ ποίαις ἄν τις εὐφημίαις τὴν μακαρίαν ταύτην κεφαλὴν στεφανώσῃ; πρῶτον μὲν γὰρ, καὶ ᾔδει τὰ συμβησόμενα, καὶ προλέγει ταῦτα. καὶ γὰρ ἐν Μιλήτῳ τοῖς Ἐφεσίων ἔλεγε πρεσβυτέροις, “ ὅτι κατὰ “ πόλιν διαμαρτύρεταί μοι τὸ Πνεῦμα, ὅτι δεσμά με καὶ θλίψεις “ μένουσι.” καὶ τοῦ Ἀγάβου δὲ ταῦτα αὐτῷ προσειπόντος, καὶ πάντων ὀδυρομένων, καὶ ἐπισχεῖν αὐτὸν πειρωμένων, ὁ θεῖος εἶπεν ἀνήρ· “ τί κλαίετε καὶ συνθρύπτετέ μου τὴν καρδίαν; ἐγὼ γὰρ “ οὐ μόνον δεθῆναι, ἀλλὰ καὶ ἀποθανεῖν ἕτοιμος εἰμὶ, ὑπὲρ τοῦ “ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. καὶ ἐνταῦθα προείρηκεν, ὅτι καὶ Ῥωμαίους ὄψεται καὶ Ἰσπανούς. προσέθηκε δὲ ὅτι καὶ ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσεται. εἶτα ὡς ἀκριβῶς θεωρῶν καὶ τὴν τῶν Ἰουδαίων μανίαν, καὶ τὰς τούτων ἐζήτησε προσευχάς· οὐ μόνον ἕνεκα τῶν ἀπειθούντων, ἀλλὰ καὶ τῶν πιστευόντων. οὐδὲ γὰρ ἐκεῖνοι περὶ αὐτὸν φιλοστόργως διέκειντο, παραβάτην εἶναι τοῦ νόμου νομίζοντες. οὗ δὲ χάριν, προστέθεικεν “ καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσ- “ δεκτὸς γένηται τοῖς ἁγίοις.” μετὰ μυρίων αὐτὰ συνέλεξε πόνων· παντοδαπὰς τοῖς μαθηταῖς παραινέσεις προσφέρων, καὶ τοὺς δεχομενους αγωνιᾳ’ μὴ τὸ μῖσος νικήσῃ τὴν χρείαν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
