Ancient Greek
15.30.3 to 15.30.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.30.3-4
Not analysed yet
Θεοδώρου. Διδάσκει δὲ διὰ τούτων μετριάζειν, εἴγε καὶ αὐτὸς Ἀπόστολος ὣν, τῆς ἄλλων φησὶ δεῖσθαι εὐχῆς. Εὐθαλίου. Καὶ ὅρα τὸ ἄτυφον αὐτοῦ. οὐ γὰρ εἶπε διδάξω ὑμᾶς, ἣ κατηχήσω, ἀλλὰ “συναναπαύσωμαι.” τοντέστιν, ὑμεῖς ἐμοὶ διὰ τὴν διδασκαλίαν, κἀγὼ ὑμῖν διὰ τὴν τῆς πίστεως ἐπίδοσιν. ἀλλὰ καὶ ὡς μὴ αὐτὸς ὣν ἀξιόχρεως πρὸς τὸ πεῖσαι, διὰ τοῦ Χριστοῦ ὑμᾶς, φησὶ, καὶ τοῦ Ἄγ’ ἴου Πνεύματος παρακαλῶ.