Ancient Greek
Chapter 15, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.7.1
Not analysed yet
Χρυσοστόμου. Πάλιν ἐντεῦθεν τῆς αὐτῆς παραινέσεως ἔχεται. καὶ πάλιν τὸ παράδειγμα ἄνωθεν, καὶ τὸ κέρδος, ἄφατον. μάλιστα γὰρ τὸν Θεὸν τοῦτο δοξάζει, τὸ συμπεφράχθαι. ὥστε κἂν ἄγαν ὑπὲρ αὐτοῦ διαστασιάζῃς πρὸς τὸν ἀδελφὸν, ἐννοήσας ὅτι κατα- λύσας τὴν ὀργὴν, τὸν δεσπότην σου δοξάζεις· κἂν εἰ μὴ διὰ τὸν ἀδελφὸν, δι’ αὐτὸ γοῦν τοῦτο καταλλάγηθι. τὸ δὲ ὑπερβατὸν, οὕτως. προσλαμβάνεσθε ἀλλήλους εἰς δόξαν Θεοῦ.