Ancient Greek
Chapter 15, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 15.8.3
Not analysed yet
Κυρίλλου. Ἐπειδὴ οὖν τοῖς Ἰουδαίων πατράσι προεπήγγελται Θεὸς, ὅτι εὐλογήσει τὸ ἐξ αὐτῶν ἐσόμενον σπέρμα, καὶ θήσει ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, ταύτῃ τοι πέφηνεν ἐν σαρκὶ, καὶ γέγονεν ἄνθρωπος, Θεὸς ὑπάρχων ὁ Λόγος. ἦλθε δὲ εἰς τόνδε τὸν κόσμον μετὰ σαρκός. πλὴν οὐ διακονηθῆναι, καθὰ φησὶν αὐτὸς, ἀλλὰ διακονῆσαι· ὡμολόγει γε μὴν ἀφῖχθαι σαφῶς, ἵνα πληρώσῃ τῷ Ἰσραὴλ τὴν ὑπόσχεσιν. ἔφασκε γὰρ “οὐκ ἀπεστάλην, εἰ μὴ “εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἵκου Ἰσραήλ.” οὐκοῦν οὐ ψευδοεπήσει λέγων ὁ Παῦλος, διάκονον αὐτὸν γεγενῆσθαι περιτομῆς, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· τεθεῖσθαι τε πρὸς τούτῳ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ εἰς ἔλεον τοῖς ἐξ ἐθνῶν, ἵνα καὶ αὐτοὶ δοξάσειαν, ὡς τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην, τὸν σωτῆρα τὲ καὶ λυτρωτήν. Δυνατὸν δὲ τὸ, διάκονον γεγενῆσθαι περιτομῆς, καὶ ἀντὶ τοῦ, διάκονον τῶν Ἰουδαίων νοῆσαι, τουτέστιν ὑπὲρ τοῦ, τοὺς Ἰουδαίους ἐντὸς γενέσθαι τῶν ἐπαγγελιῶν. ἵνα καὶ ὁ ταύτας ἐπαγγειλάμενος Πατὴρ ἀληθεύῃ.