# Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.1.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 16, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/16.1.1

Χρυσοστόμου. Ὄρα διὰ πόσων αὐτὴν σεμνύνει. καὶ γὰρ πρὸ τῶν ἄλλων αὐτῆς ἐμνήσθη πάντων, καὶ ἀδελφὴν ἐκάλεσεν. οὐ μικρὸν δὲ Παύλου κληθῆναι ἀδελφήν. καὶ τὸ ἀξίωμα προστέθεικε, διάκονον εἰπών. τί ἐστιν “ ἐν Κυρίῳ ;” τουτέστι, διὰ τὸν Κύριον. τιμῆς ἀπολαύσῃ παρ’ ὑμῖν. ὁ γὰρ διὰ τὸν Κύριον δεχόμενος, κἂν μὴ μέγαν τινὰ δέξηται, μετὰ σπουδῆς δέχεται. ὅταν δὲ καὶ ἁγίαν, ἐννόησον ἡλίκης αὐτὴν ἀπολαῦσαι δίκαιον θεραπείας. διὰ τοῦτο προσέθηκεν, “ ἀξίως τῶν ἁγίων.” ὡς δεῖ, φησιν, τοὺς τοιούτους ὑποδέχεσθαι, διπλῆν γὰρ ἔχει ἀφορμὴν τοῦ θεραπευθῆναι παρ’ ὑμῖν. καὶ τὸ, διὰ τὸν Κύριον δεχθῆναι, καὶ τὸ, αὐτὴν ἁγίαν εἶναι. ὄρα δὲ τὸ ἀνεπαχθές. οὐκ εἰπεν ἵνα αὐτὴν ἀπαλλάξητε ἐκ τῶν πειρασμῶν, ἀλλὰ “ παραστῆτε.” τουτέστι, τὰ παρ’ ὑμῶν εἰσενέγκητε, καὶ χεῖρα ὀρέξητε. “ καὶ ἐν ᾧ ἃν ὑμῶν χρήζῃ πρά- “ γματι.” οὐκ ἐν οἷς ἃν, ἣ πάντως, ἀλλ’ ἐν οἷς ἃν ὑμῶν δέηται δεήσεται δὲ ἐν ἐκείνοις, ἐν οἷς ἃν ὑμεῖς ἦτε κύριοι. εἰτα πάλιν ὁ ἔπαινος ἄφατος. “ καὶ γὰρ αὕτη προστάτις πολλῶν ἐγενήθη καὶ “ αὐτοῦ ἐμοῦ.” εἶδες τὴν σύνεσιν; πρῶτον τὰ ἐγκώμια. εἶτα, μέσην τὴν παράκλησιν. εἶτα πάλιν τὰ ἐγκώμια τέθεικεν. ἑκατέρωθεν περιστέλλων τὴν χρείαν τοῖς ἐπαίνοις τῆς γυναικὸς, τῆς μακαρίας ἐκείνης. πῶς γὰρ οὐ μακαρία, ἡ τοσαύτης ἀπολαύουσα παρὰ Παύλου μαρτυρίας; ἡ καὶ αὐτῷ βοηθῆσαι δυνηθεῖσα τῷ τὴν οἰκουμένην διορθώσαντι; τοσοῦτος γὰρ ὁ κολοφὼν αὐτῆς τῶν ἀγαθῶν. διὸ καὶ ὕστερον αὐτὸ τέθεικε, λέγων, “ καὶ αὐτοῦ ἐμοῦ. τουτέστι, τοῦ κήρυκος τῆς οἰκουμένης. τοῦτο τοσαῦτα παθόντος, του μυρίοις ἀρκοῦντος.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
