Ancient Greek
Chapter 16, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.17.1
Not analysed yet
Χρυσοστόμου. Πἀλιν παραίνεσις, καὶ εὐχὴ μετὰ τὴν παραί- νεσιν. σκόπει δὲ πῶς προσηνῶς παραινεῖ. οὐκ ἐν τάξει συμβού- λου, ἀλλ’ ἐν τάξει ἱκέτου τοῦτο ποιῶν, καὶ μετὰ πολλῆς τῆς τιμῆς. καὶ γὰρ καὶ ἀδελφοὺς ἐκάλεσε, καὶ ἱκετεύει. “παρακαλῶ “γὰρ ὑμᾶς,” φησιν, “ἀδελφοί.” εἶτα καὶ ἐναγωνίους δεικνὺς τὸ δολερὸν τῶν ἐπηρεαζόντων. ὡς γὰρ οὐκ αὐτόθεν ὄντων δήλων, φησίν. “παρακαλῶ ὑμᾶς σκοπει-ν.” τουτέστι περιεργά- ζεσθαι μετὰ ἀκριβείας, καὶ καταμανθάνειν καὶ διερευνᾶσθαι. τί- νας, εἶπέ μοι ; “τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν “διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας.” αὕτη γὰρ μάλιστα ἐκι κλησίας ἀνατροπή· τὸ διηρῆσθαι. ἀπὸ γὰρ τῆς διχοστασίας, τὸ σκάνδαλον. ἡ δὲ διχοστασία, πόθεν ; ἀπὸ τῶν δογμάτων τῶν παρὰ τὴν διδαχὴν τῶν Ἀποστόλων. τὰ δὲ δόγματα τὰ τοιαῦτα, πόθεν ; ἀπὸ τοῦ γαστρὶ δουλεύειν, καὶ τοῖς ἄλλοις πάθεσιν. ὥστε οὐκ ἃν γένοιτο διχοστασία, εἰ μή τις παρὰ τὴν ἀποστολικὴν διδαχὴν ἐπινοηθείη δόγμ” ὃ καὶ ἐνταῦθα δηλῶν, ἔλεγε, “παρὰ τὴν διδα- χήν. καὶ οὐκ εἶπεν, ἣν ἐδιδάξατε, ἀλλ’ ἣν ὑμεῖς ἐμάθετε. προκαταλαμβάνων αὐτοὺς, καὶ ἀκούσαντας καὶ καταδεξαμένους καὶ τι ποιήσομεν τοῖς τὰ τοιαύτα κακουργοῦσιν ; οὐκ εἶπεν ὄμοσε χωρεῖτε, καὶ πυκτεύετε, ἀλλ’ “ἐκκλίνατε ἀπ’ αὐτῶν. εἰ μὲν γὰρ ἐξ ἀγνοίας ἢ πλάνης τοῦτο ἐποίουν, ἔδει διορθοῦν. ἐπειδὴ δὲ ἑκόντες ἁμαρτάνουσιν, ἀποπηδᾶτε. εἶτα κωμῳδῶν τοὺς τὰ τοιαῦτα τολ- μῶντας, λέγει καὶ τὴν αἰτίαν, ἀφ’ ἧς ταύτην ἐποίησαν τὴν διχο- στασίαν. “οἱ γὰρ τοιοῦτοι τῷ Κυρίῳ Ἰησοῦ Χριστῷ οὐ δουλεύ- “οὖσιν, ἀλλὰ τῆ ἑαυτῶν κοιλίᾳ.” τοῦτο καὶ Φιλιππησίοις ἔλεγε περὶ αὐτῶν, “ὧν Θεὸς ἡ κοιλία.” ἐνταῦθα δέ μοι τοὺς ἐξ Ἰουδαίων δοκεῖ αἰνίττεσθαι, οὓς μάλιστα ἀεὶ διαβάλλειν εἴωθε ὡς γαστριμάργους. καὶ ἡ μὲν ὑπόθεσις τῆς πλάνης, ἀυτὴ. ο δὲ τροπος τῆς ἐπιβουλῆς, ἕτερον πάλιν νόσημα, ἡ κολακεία. “διὰ γὰρ “τῆς χρηστολογίας, φησὶν, ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων.” καὶ καλῶς εἶπε “χρηστολογίας.” μέχρι γὰρ τῶν ῥημάτων ἡ θεραπεία. ἡ δὲ διάνοια, οὐ τοιαύτη, ἀλλὰ δόλου γέμουσα. καὶ οὐκ εἶπεν ὑμᾶς ἐξαπατῶσιν, ἀλλὰ “τὰς καρδίας τῶν ἀκάκων.” καὶ οὐδὲ τούτῳ ἠρκέσθη, ἀλλ’ ὥστε ποιῆσαι ἀνεπαχθέστερον τὸ εἰρημένον, φησὶν, “ἡ γὰρ ὑμῶν ὑπακοὴ, εἰς πάντας ἀφίκετο. τοῦτο δὲ ποιεῖ, οὐκ ἀφιεὶς αὐτοὺς ἀναισχυντῆσαι, ἀλλὰ τοῖς ἐγκωμίοις προσκαταλαμβάνων, καὶ τῷ πλήθει τῶν μαρτύρων προκατέχων αὐτούς. οὐδὲ γὰρ ἐγὼ, φησὶν, μαρτυρῶ μόνος, ἀλλὰ καὶ πᾶσα ἡ οἰκουμένη. καὶ οὐκ εἶπεν, ἡ γὰρ ὑμῶν σύνεσις, ἀλλ’ “ἡ ὑμῶν “ὑπακοή.” τουτέστιν, ἡ πειθώ. ὅπερ πολλὴν αὐτοῖς ἦν μαρτυροῦντος πραότητα. ἀλλὰ καὶ τὸ, “χαίρω οὖν τὸ, ἐφ’ ὑμῖν,” οὐ μικρὸν ἐγκώμιον.