Ancient Greek
16.23.2 to 16.23.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.23.2-4
Not analysed yet
Θεοδωρήτου. Κορίνθιος δὲ ἦν οὗτος. καὶ τοῦτο ἡμᾶς ἐν τῇ πρὸς Κορινθίους ἐδίδαξεν ὁ Ἀπόστολος. Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός. Χρυσοστόμου. Οὐχ ἁπλῶς προσέθηκεν “ὁ οἰκονόμος τῆς πό- “λεως,” ἀλλ’ ὥσπερ Φιλιππησίοις ἔγραψεν, “ἀσπάζονται ὑμᾶς “οἱ ἐκ τῆς Καίσαρος οἰκίας,” ἵνα δείξῃ ὅτι καὶ τῶν μεγάλων τὸ κήρυγμα ἥψατο, οὕτω καὶ ἐνταῦθα τοῦ ἀξιώματος μέμνηται· τὸ αὐτὸ τοῦτο κατασκευάζων, καὶ δεικνὺς ὅτι τῷ προσέχοντι, οὐδὲ πλοῦτος κώλυμα γίνεται, οὔτε ἀρχῆς φροντίδες, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν. Θεοδωρήτου. Καὶ γὰρ κἀκεῖνος, οἰκονόμος ἦν τῆς πόλεως. ὡς κηδεμονίαν πάντως ἐμπεπιστευμένος τινά.