Ancient Greek
Chapter 16, Verse 24
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.24.1
Not analysed yet
Χρυσοστόμου. Εἶδες πόθεν ἄρχεσθαι δεῖ, καὶ ποῦ τελευτᾶν πανταχοῦ; καὶ γὰρ τὸν θεμέλιον ἐντεῦθεν κατέβαλε τῆς Ἐπιστολῆς, καὶ τὸν ὄροφον ἐντεῦθεν ἐπέθηκεν· ὁμοῦ καὶ ἐπευχόμενος τὴν μητέρα τῶν ἀγαθῶν ἁπάντων αὐτοῖς, καὶ πάσης ἀναμιμνήσκων τῆς εὐεργεσίας. τοῦτο γὰρ μάλιστα διδασκάλου γενναίου, τὸ μὴ λόγῳ μόνον, ἀλλὰ καὶ εὐχαῖς ὠφελεῖν τοὺς μαθητευομένους. διὸ καὶ ἔλεγεν, “ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου “προσκαρτερήσομεν.”