# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.13.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.13.1

Κυρίλλου. Ἄγιος μὲν ὁ νόμος, ἅγια δὲ καὶ ἡ ἐντολὴ, καὶ ἀγαθή· εἶτα πῶς ἔφασκε· “καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, “αὕτη εἰς θάνατον;” ἀρα οὖν εἰπέ μοι γέγονεν ἡμῖν τὸ ἀγαθὸν ὀλέθρου πρόξενον; μὴ γένοιτο φησί. ἐπαιτιῶμαι γὰρ ἐν τούτοις ἥκιστα μὲν τὸν νόμον· ἕστηκα δὲ ὥσπερ τῆς ἁμαρτίας κατήγορος· καταβιάζεται γὰρ οὕτω τὴν ἀνθρώπου φύσιν, καὶ τῆς ἐν ἡμῖν διανοίας κεκράτηκεν· ὥστε αὐτὸν τὸν εἰς σωτηρίαν ἡμῖν καὶ ζωὴν δοθέντα νόμον, τὴν ἁγίαν ὄντως καὶ ἀγαθὴν ἐντολὴν, θανάτου γενέσθαι πρόφασιν τοῖς ὑποζευγνύναι. πῶς ἣ τίνα τρόπον; εἰ γὰρ ἕψεται μὲν ἀεὶ τοῖς παρανομοῦσιν ἡ δίκη· διεληλάκαμεν δὲ πρὸς τοῦτο ἀσθενείας ἡμεῖς λοιπὸν ὡς ἀεὶ ταῖς παραβάσεσιν ἐναλίσκεσθαι, ἐναργὲς ἤδη πῶς, ὅτι κατὰ τοῦτον τὸν τρόπον ὁ σώζων νόμος, ὁ ἅγιός τε καὶ ἀγαθὸς, νεῦρον πῶς δοκεῖ γενέσθαι τῇ ἁμαρτίᾳ, καὶ ὁδὸς εἰς θάνατον τοῖς ὑφ’ ἁμαρτίαν. καὶ τάχα που φησὶν, “ἵνα “γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντο- “λῆς.” τοῖς μὲν γὰρ ἠγνοηκόσι τὸ τῷ δεσπότῃ δοκοῦν, ἕψεται μὲν πάντως τὸ ἐναλῶναι δίκαις· ἠνομήκασι γὰρ, εἰ καὶ μὴ ἐγνώκασι· πλὴν ἔστι τίς αὐτοῖς καὶ ἀπολογίας οὐκ ἀπίθανος οἶμαι λόγος· προβαλοῦνται γὰρ κατὰ τὸ εἰκὸς τὴν ἄγνοιαν. τοῖς γε μὴν ἐν νόμῳ τὸ μὴ εἰδέναι λέγειν τὸ θέλημα τὸ δεσποτικὸν, εἰκαῖον ἤδη πὼς· οὐκοῦν εἴ τις φαίνοιτο διαβιοῦν ἠρημένος ἀνοσίως, οὐκ ἀγνοίας ἔσται ἀλλ’ ἀπονοίας τὸ κατηγόρημα· καὶ τῆς ἀνωτάτω λοιπὸν ἀφιλοθεΐας. οὕτως ἃν λέγοιτο καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία. ἁμαρτωλοῦ μὲν γὰρ ὑπάρχοντος, καὶ τοῦ πεπλημμεληκότος ἐν ἀγνοίᾳ· ἥκιστά τε μὴν καθ’ ὑπερβολὴν λεγομένου τὲ καὶ ὄντος ἁμαρτωλοῦ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
