Ancient Greek
Chapter 7, Verse 13
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.13.3
Not analysed yet
Γενναδίου. Οὐκ ἄρα τοῦ κακοῦ μοι τὸ ἀγαθὸν αἰτιάσομαι· τῆς δὲ ἁμαρτίας κατηγορῶ, καὶ ταύτην μισῶ. καὶ πρὸς ταύτην οὐκ ἃν ἑκὼν σπεισαίμην ποτέ. ἵνα φανῇ, φησὶ, ἁμαρτία, διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· αὕτη γὰρ βλάψασά με τῷ ἀγαθῷ, δι’ αὐτοῦ μοι τούτου, καὶ τὴν ἑαυτῆς φύσιν ἥτις ἐστὶ κατεφάνη. ἐλέγχεται γὰρ διὰ τοῦ νόμου, ἡλίκον κακὸν καὶ ὅσον ἐστὶν ἡ ἁμαρτία· τὸν γὰρ παρακελευόμενον αὐτήν μοι Φυλάττεσθαι καὶ δεδομένον εἰς συμμαχίαν, ὑποσκελίσασά με δι’ ἀπάτης, αὐτόν μοι τοῦτον ἐπέστησε φονευτήν.