# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.13.4

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.13.4

Φωτίου. Τὸ μέγεθος δὲ ἠθέλησε δεῖξαι τῆς ἁμαρτίας· καὶ ἐπειδὴ ταύτης εἰς κακίαν μεῖζον οὐκ ἦν εὑρεῖν· δι’ αὐτῆς ταύτης ἐνδεικνύμενος τὸ μέγεθος φησίν· “ἵνα φανῇ ἁμαρτία·” τουτέστιν ἵνα ἐκκαλυφθῇ αὐτῆς ὁ πᾶς τῆς κακίας πλοῦτος, καὶ ἡ ἰσχὺς αὐτῆς ἡ ἐν αὐτῇ. οἷον ἵν ὅπερ ἐστιν ὅλη ὡς ὅλη γένηται ἐκφανής. ἐπὶ μὲν γὰρ τῶν ἄλλων ὑπερβολήν τινα θέλοντες παραστῆσαι, δυνάμεθα ἄλλο τι ἐπιφέρειν τῷ διασυρωμένῳ ὑφ’ ἡμῶν· οἷον μιαρὸς ἦν ἐπὶ τοσοῦτον ὁ Κάϊν· ὅτι καὶ ἀδελφοκτόνος ἐγένετο· καὶ Θεὸν πρῶτος ἐψεύσατο. καὶ πάλιν, οὐδὲ μετὰ τὴν τῶν τεραστίων ἐπίδειξιν παρεκλήθη Φαραὼ ἀπολῦσαι τοὺς Ἰσραηλίτας. ἵνα φανῇ αὐτοῦ τὸ ὠμὸν τῆς γνώμης καὶ θεομισές· καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ἔστι γὰρ εὑρεῖν τι χεῖρον τῶν ὑποκειμένων, οὗ μετασχόντες οἱ πονηρευόμενοι τὰς κατ’ ἐκεῖνο προσηγορίας ἐπιδέχονται. ἐπὶ δὲ τῆς ἁμαρτίας, ἐπεὶ ταύτης ὡς ἔφημεν οὐκ ἔστι χεῖρον εὑρεῖν· αὐτῆς ἐφ’ ἑαυτῆς κατηγόρησε. πικρῶς ἅμα καὶ δριμέως τὸν ὄγκον αὐτῆς, καὶ τὸ τυραννικὸν ἅμα καὶ ἀνυπέρβλητον ἐνδεικνύμενος. ἐπεὶ δὲ ἀσφαλέστερόν πὼς ἔδοξεν εἰρῆσθαι τῇ ταυτολογίᾳ τοῦ ὀνόματος· πάλιν δὲ μεταλαμβανομένου τοῦ ὀνόματος. ἔφη γὰρ παρωνύμως “ἁμαρτωλὸς ἡ ἁμαρτία.” ἡ τῆς δριμύτητος ἔνδειξις ἐξελύετο. παρονομάζει μὲν καὶ οὐ τελείως ἀφίσταται τοῦ ὀνόματος. ἐν ᾧ δὲ ἐκλελύσθαι ἐδόκει· τόνον ἐπάγει τῇ προσθήκῃ τοῦ “καθ’ ὑπερβολήν·” καὶ οὕτως ἐπὶ τὸ σαφέστερον ἅμα καὶ ἔντονον, καὶ τοῦ δριμέως ἐμφαντικὸν μεταλαβὼν τὸν λόγον φησίν· “ἵνα γένηται καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία.”

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
