Ancient Greek
Chapter 7, Verse 13
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.13.5
Not analysed yet
Χρυσοστόμου. Ἵνα δειχθῇ φησὶ ὅσον κακὸν ἡ ἁμαρτία· ἡ ῥάθυμος προαίρεσις· ἡ ἐπὶ τὸ χεῖρον ῥοπή. καὶ αὐτὴ δὲ ἡ πρᾶξις, καὶ ἡ διεφθαρμένη γνώμη. τοῦτο γὰρ ἁπάντων αἴτιον τῶν κακῶν. αὔξει δὲ αὐτὴν, δεικνὺς τῆς τοῦ Θεοῦ χάριτος τὴν ὑπερβολήν. καὶ διδάσκων οἵου κακοῦ τὸ τῶν ἀνθρώπων ἀπήλλαξε γένος. ὁ καὶ διὰ τῶν κωλυόντων ηὔξαντο. δι’ ὧν δὲ αὐτῆς κατηγορεῖ, δείκνυσι πάλιν μειζόνως τοῦ νόμου τὴν ἀρετήν. οὐδὲ γὰρ μικρὸν ηὔξησε, δείξας ὅσον ἡ ἁμαρτία κακόν. καὶ πάντα τὸν ἰὸν αὐτῆς εἰς μέσον προσθείς. τοῦτο γὰρ ἐδήλωσεν εἰπών· “ἵνα γένηται “καθ’ ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς.” τουτέστιν ἵνα φανῇ ἡλίκον κακόν· ἡλίκος ὄλεθρος ἡ ἁμαρτία· τοῦτο δὲ διὰ τῆς ἐντολῆς ἐδείχθη· ἐκ τούτων, καὶ τὴν ὑπεροχὴν δείκνυσι τῆς χάριτος πρὸς τὸν νόμον, τὴν ὑπεροχὴν, οὐ τὴν μάχην. μὴ γὰρ τοῦτο ἴδῃς ὅτι χείρους ἐγένοντο οἱ δεξάμενοι. ἀλλ’ ἐκεῖνο σκόπει· ὅτι οὐ μόνον εἰς ἐπίτασιν τὴν κακίαν ἀγαγεῖν οὐκ ἤθελεν ὁ νόμος, ἀλλὰ καὶ τὴν προυπάρχουσαν ἐκκόψαι ἐσπούδαζεν· εἰ δὲ οὐκ ἴσχυσε, στεφάνου μὲν ἐκεῖνον ἀπὸ τῆς γνώμης· προσκύνει δὲ μειζόνως τὴν τοῦ Χριστοῦ δύναμιν, ἣ ποικίλον οὕτω κακὸν καὶ δισκαταγώνιστον, ἠφάνισέ τε καὶ πρόρριζον ἐκτεμοῦσα ἀνέσπασεν. ἁμαρτίαν δὲ ὅταν ἀκούσῃς, μὴ δύναμίν τινα ἐνυπόστατον νομίσῃς· ἀλλὰ τὴν πρᾶξιν τὴν πονηρὰν ἐπιγινομένην τὲ καὶ ἀπογινομένην ἀεί. καὶ οὔτε πρὸ τοῦ γενέσθαι οὖσαν, καὶ μετὰ τὸ γενέσθαι πάλιν ἀφανιζομένην. διὰ γὰρ τοῦτο καὶ νόμος ἐδόθη. νόμος δὲ οὐδέποτε ἐπ’ ἀναιρέσει τῶν φυσικῶν δίδοται, ἀλλ’ ἐπὶ διορθώσει τῆς κατὰ προαίρεσιν πονηρᾶς πράξεως.