# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.13.6

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.13.6

Θεοδώρου Μονάχου. Ἀλλὰ φέρε καὶ αὖθις περὶ τῶν εἰρημένων διεξέλθωμεν εὐκρινέστερον· ὥς τινος εἰπόντος κατὰ ἀντίθεσιν. τοῦτο ἀγαθὸν ὁ θανάτου κατέστη μόνον αἰτίον· ἀγαθοῦ δὲ οὐδενός; μὴ γένοιτο, φησί. ἀντὶ τοῦ, οὐχ οὕτως ἔχει· οὐ θανάτου μὲν αἴτιον ἐγένετο· ἀγαθὸν δὲ παρέσχεν οὐδέν· ἀλλὰ καί τινος ἐξ αὐτοῦ ἀπελαύσαμεν ἀγαθοῦ. ἡ ἁμαρτία φησὶ, ἵνα φανῇ ἁμαρτία· διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον. εἰ γεγονὼς ὁ Ἀδὰμ κατελείφθη μηδένα νόμον δεξάμενος, οὐδὲν ἂν διήλλαττεν ἀλόγου. διάκρισιν μὲν οὐδεμίαν ἔχων καλοῦ τὲ καὶ χείρονος. πᾶν δὲ τὸ προστυχὸν ὡς ἔτυχε διαπραττόμενος. οὔτε οὖν ἁμάρτημα εἶναι τὸ ποιῆσαί τι τοῖς θείοις νόμοις ὑπεναντίον ἠπίστατο, οὔτε μὴν ἀγαθὸν τὸ ποιεῖν ὅσα ἐκείνοις ἀκόλουθα. πόθεν γὰρ καὶ εἰδέναι τοῦτο προσῆκε, νόμον οὐκ εἰληφότι; οὐκοῦν ἡ δόσις τῆς ἐντολῆς, καὶ διάκρισιν αὐτῷ τοῦ τε καλοῦ καὶ τοῦ χείρονος παρέσχεν. ὑπακοῆς τὲ γὰρ ἐξουσία καὶ παρακοῆς αὐτῷ προὔκειτο, πρὸς ὃ ῥέπειν ἐβούλετο. καὶ ἐγνώρισεν αὐτῷ τι μὲν ἁμάρτημα, τι δὲ δικαιοσύνη. καλὸν μὲν εἶναι τὸ πεισθῆναι τοῖς νόμοις γνωρίζουσα· ἁμάρτημα δὲ, τὸ ποιεῖν τι τούτων ἀλλότριον. καὶ ἐπειδὴ παρέβη τὸ θεῖον ἐπίταγμα· εἶτα τὴν ὑπὲρ τούτου τιμωρίαν ἐδέξατο, μεῖζον ζον κατὰ τῆς ἁμαρτίας τὸ μῖσος ἐκτήσατο· πάλαι μὲν λόγῳ παιδευθεὶς, ὡς ἡ ἁμαρτία θανάτου παρεκτική. ὕστερον δὲ ἐπὶ τῶν ἔργων, τῆς ἁμαρτίας ἐγνωκὼς τὴν φαυλότητα· καὶ γὰρ ὅσῳ διὰ τὴν παράβασιν ὑπὸ τιμωρίαν κατέστη, τοσούτῳ μισεῖν τὴν ἁμαρτίαν, ὡς αἰτίαν αὐτῷ τῶν κακῶν παρεσκευάζετο. τὸ οὖν “ἡ ἁμαρτία “ἵνα φανῇ ἁμαρτία,” ἀντὶ τοῦ, ὥστε φανῆναι τὴν ἁμαρτίαν, ὅπερ ἐστι· τι δὲ τοῦτο; αὐτὸ τοῦτο ἁμαρτία. ἵν εἴπῃ κακόν. πόθεν δὲ τοῦτο ἐφάνη; διὰ τοῦ ἀγαθοῦ· ἵν εἴπῃ διὰ τῆς ἐντολῆς. καὶ ὅπως ἐφάνη· κατεργαζομένη θάνατον. ἀφ’ ὧν θανάτου γίνεται πρόξενος. συνεβάλετο οὖν μοι τὸ ἀγαθόν· ἵν εἴπῃ ἡ ἐντολὴ, πρὸς τὸ γνῶναι τὴν ἁμαρτίαν, ὅτι δὴ κακόν. ὥστε καὶ μισεῖν αὐτὴν διὰ τοῦτο. ἀγαθὸν ἄρα ἡ ἐντολὴ, τῆς διακρίσεως καὶ τοῦ πρὸς τὴν ἁμαρτίαν μίσους τὴν αἰτίαν ἡμῖν παρασχομένη. τὸ γὰρ “ἵνα” οὐκ ἐπὶ αἰτίας, ἀλλὰ τὸ ἑπόμενον συνήθως λέγει. ἀποδοτέον δὲ τὸ “διὰ “τοῦ ἀγαθοῦ μοι” κατὰ τὴν ἔννοιαν, τῷ “ἡ ἁμαρτία ἵνα φανῇ “ἁμαρτία·” οὐ τῳ ἑξῆς, τῷ, “κατεργαζομένη θάνατον.” λέγει γὰρ ὅτι διὰ τοῦ ἀγαθοῦ, τουτέστι τῆς ἐντολῆς, κατάδηλός μοι ἡ ἁμαρτία ἐγένετο, ἡλίκον ἔστι κακὸν, ὡς καὶ θάνατον ἀποτελεῖν κατὰ τῶν ἐπιτηδεύοντων αὐτήν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
