# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.14.8

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 14. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.14.8

Χρυσοστόμου. “ Σαρκικός εἰμι,” φησὶ, “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν.” μετὰ γὰρ τοῦ θανάτου, καὶ ὁ τῶν παθῶν ἐπεισ- ἦλθεν ὄχλος. ὅτε γὰρ θνητὸν ἐγένετο τὸ σῶμα· ἐδέξατο καὶ ἐπι- θυμίαν ἀναγκαίως λοιπὸν, καὶ ὀργὴν, καὶ λύπην, καὶ τὰ ἄλλα πάντα· ἃ πολλῆς ἐδεῖτο φιλοσοφίας, ἵνα μὴ πλημμύραντα ἐν ἡμῖν, καταποντίσῃ τὸν λογισμὸν εἰς τὸν τῆς ἁμαρτίας βυθόν. αὐτὰ μὲν γὰρ οὐκ ἦν ἁμαρτία· ἡ δὲ ἀμετρία αὐτῶν μὴ χαλινου- μένη, τοῦτο εἰργάζετο· οἷον, ἵν ὡς ἐπὶ παραδείγματος, ἓν αὐτῶν μεταχειρισάμενος εἴπω, ἡ ἐπιθυμία ἁμαρτία μὲν οὐκ ἔστιν· ὅταν δὲ εἰς ἀμετρίαν ἐκπέσῃ· εἴσω τῶν τοῦ γάμου νόμων οὐκ ἐθέλουσα μένειν, ἀλλὰ καὶ ἀλλοτρίαις ἐπιπηδῶσα γυναιξὶ, τό τε λοιπὸν μοιχεία γίνεται. ἀλλ’ οὐ παρὰ τὴν ἐπιθυμίαν, ἀλλὰ παρὰ τὴν ταύτῃ, πλεονεξίαν. καὶ σκόπει σοφίαν Παύλου· ἐγκωμιάσας γὰρ τὸν νόμον, ἐπὶ τὸν ἀνωτέρω χρόνον ἔδραμεν εὐθέως· ἵνα δείξῃ πῶς καὶ τότε τὸ γένος διέκειτο τὸ ἡμέτερον· καὶ ἡνίκα τὸν νόμον ἔλα- βεν, ἀποφήνῃ τῆς χάριτος ἀναγκαίαν οὖσαν τὴν παρουσίαν. ὅπερ πανταχοῦ κατασκευάσαι ἐσπούδακε. τὸ γὰρ “ πεπραμένος ὑπὸ “ τὴν ἁμαρτίαν” ὅταν λέγῃ, οὐ περὶ τῶν ἐν τῷ νόμῳ λέγει μόνων, ἀλλὰ καὶ τῶν πρὸ τοῦ νόμου βεβιωκότων, καὶ τῶν ἐξαρχῆς γενομένων ἀνθρώπων.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
