Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.1
Not analysed yet
Γενναδίου. Ἐπειδὴ εἶπε τὸ, “πεπραμένος ὑπὸ τὴν ἁμαρ- “τίαν.” καὶ διὰ τούτου τὴν μὲν ἐν τάξει δεσποίνης ὑπέθετο. ἑαυτὸν δὲ ἐν δούλου, πρὸς τοῦτο ἀκολούθως ἐπάγει, “ὃ γὰρ κατερ- “γάζομαι, οὐ γινώσκω.” τοῦτο γὰρ ἴδιον οἰκετῶν, τὸ μὴ γνώμης ἰδίας εἶναι κυρίους· ἀλλὰ δεσποτικοῖς ὑποκεῖσθαι προστάγμασι. πολλάκις γοῦν τί, φησι, οὐ προαιρούμενος αὐτὸς διαπράττομαι· τὸ γὰρ οὐ γινώσκω, οὐχ ὅτι ἀγνοῶ λέγει. πῶς γὰρ ἣ ὃ πράττει τίς, τοῦτο αὐτὸν ἀγνοεῖν ἐγχωρεῖ; ἢ ὅλως ἃν αὐτῷ τὸ τοιοῦτον εἰς σφάλμα καταλογίζοιτο. ἀλλὰ τὸ, οὐ γινώσκω τοιοῦτόν ἐστιν, οἷον τὸ ἐν εὐαγγελίοις τοῦ Σωτῆρος· “οὐκ οἶδα ὑμᾶς, ἀπέλθετε “ἀπ’ ἐμοῦ,” ἀντὶ τοῦ, κατεργάζομαί τι πολλάκις· οὐκ οἰκειούμενος οὐδὲ χαίρων· οὐδὲ ἡδόμενος αὐτῷ κατὰ πρόθεσιν· οὐδὲ ἐμαυτοῦ συντόμως εἰπεῖν ἐπακούων, ἀλλὰ ἄλλου. καὶ ὅτι τοῦτο οὕτως ἔχει, φησὶ, δῆλον· “οὐ γὰρ ὃ θέλω, τοῦτο ποιῶ. ἀλλ’ ὃ “μισῶ, τοῦτο πράσσω.” τουτέστιν ἃ μὲν αὐτὸς ἐμαυτῷ θέλω, τούτων οὐδὲν διαπράττομαι. ποιῶ δὲ τἀναντία· καὶ ἃ μισῶν οὐκ ἂν ἐμαυτῷ βουληθείην ποτέ. διὰ μέντοι τῶν τοιούτων τὸν τοῦ Σωτῆρος ἐκεῖνον νόμον παραβαίνειν φησί· τὸν φυσικὸν τε καὶ περιεκτικὸν τῶν ἁπάντων· τὸν, “ὅσα ἃν θέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ “ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.