# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.2

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 15. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.15.2

Χρυσοστόμου. Ὃ τοίνυν, φησὶ, κατεργάζομαι ἀγνοῶ. καὶ πότε τοῦτο γέγονεν; οὐδεὶς γὰρ οὐδέποτε ἐν ἀγνοίᾳ ἥμαρτεν· ὁρᾷς ὅτι ἐὰν μὴ μετὰ τῆς προσηκούσης εὐλαβείας τὰς λέξεις ἐκδεξώμεθα· καὶ πρὸς τὸν ἀποστολικὸν ἴδωμεν σκοπόν, μυρία ἕψεται τὰ ἄτοπα εἰ γὰρ ἀγνοοῦντες ἡμάρτανον, οὐδὲ δίκην ἦσαν ἄξιοι δοῦναι· ὥσπερ οὖν ἀνωτέρω ἔλεγε “χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά·’ οὐ τοῦτο δηλῶν, ὅτι οὐκ ᾔδεσαν ἁμαρτάνοντες· ἀλλ’ ὅτι ᾔδεσαν μέν οὐχ οὕτω δὲ ἀκριβῶς. διόπερ ἐκολάζοντο μὲν, οὐχ οὕτω δὲ σφοδρῶς. καὶ πάλιν “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν.” οὐ τὴν καθόλου ἄγνοιαν δηλῶν· ἀλλὰ τὴν σαφεστέραν γνῶσιν ἐμφαίνων. ἔλεγε δὲ ὅτι “κατειργάσατο ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν.” οὐ τοῦτο λέγων, ὅτι ἡ ἐντολὴ τὴν ἐπιθυμίαν ἐποίησεν· ἀλλ’ ὅτι τὴν ἐπίτασιν τῆς ἐπιθυμίας ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς ἐπεισήγαγεν. οὕτω καὶ ἐνταῦθα, οὐ τὴν καθόλου ἀγνοίαν δηλοῖ· λέγων, “ὃ γὰρ κατεργάζομαι οὐ “γινώσκω·” ἐπεὶ πῶς συνήδετο τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· τι οὖν ἐστιν “οὐ γινώσκω;” σκοτοῦμαι φησὶν, συναρπάζομαι. ἐπήρειαν ὑπομένω· οὐκ οἶδα πῶς ὑποσκελίζομαι· ὅπερ καὶ ἡμεῖς εἰώθαμεν λέγειν. οὐκ οἶδα πῶς ὁ δεῖνα ἐλθὼν, συνήρπασέ με. οὐκ ἄγνοιαν προβαλλόμενοι· ἀλλὰ ἀπάτην τινὰ καὶ περίστασιν, καὶ ἐπιβουλὴν ἐμφαίνοντες.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
