Ancient Greek
Chapter 7, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.17.8
Not analysed yet
Χρυσοστόμου. Εἰπών γε μὴν ὅτι “τὸ κατεργάζεσθαι τὸ ἀγαθὸν οὐχ εὑρίσκω. οὐκ ἄγνοιαν φησὶ, οὐδὲ ἀπορίαν, ἀλλ’ ἐπήρειάν τινα καὶ ἐπιβουλὴν τῆς ἁμαρτίας. ὅπερ οὖν καὶ σαφέ- στερον δεικνὺς, ἐπήγαγεν· “οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν· ἀλλ’ ὃ “οὐ θέλω, κακὸν, τοῦτο πράσσω· εἰ δὲ ὃ οὐ θέλω ἐγὼ τοῦτο ποιῶ, “οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία· εἶδες πῶς καὶ τὴν οὐσίαν τῆς ψυχῆς, καὶ τὴν οὐσίαν τῆς σαρκὸς ἀπαλλάξας ἐγκλήματος, τὸ πᾶν ἐπὶ τὴν πονηρὰν πρᾶξιν μετέστησεν. εἰ γὰρ οὐ θέλει τὸ κακὸν, ἀπήλλακται ἡ ψυχή· καὶ εἰ αὐτὸς αὐτὸ μὴ κατεργάζεται, ἠλευθέρωται καὶ τὸ σῶμα. καὶ μόνης τῆς πονηρᾶς προαιρέσεως ἔστι τὸ πᾶν. οὐ γὰρ ταὐτὸν ψυχῆς οὐσία καὶ σώματος καὶ προαιρέσεως. ἀλλὰ τὰ μὲν ἔστιν ἔργα τοῦ Θεοῦ· τὰ δὲ, ἐξ ἡμῶν αὐτῶν γενομένη κίνησις πρὸς ὅπερ ἂν αὐτὴν βουληθῶμεν ἀγαγεῖν· ἡ μὲν γὰρ βούλησις, ἔμφυτον, καὶ παρὰ Θεοῦ. ἡ δὲ τοιάδε βούλησις ἡμέτερον, καὶ τῆς γνώμης ἡμῶν.