Ancient Greek
Chapter 7, Verse 21
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.21.5
Not analysed yet
Θεοδώρου Μονάχου. Ἢ τῷ, “εὑρίσκω τὸν νόμον,” πρόσθες ὡς λεῖπον, τὸ δυσκατόρθωτον· καὶ συνάψας, εἰπὲ, ἐξ ὧν καὶ βουλόμενος τί ποιῆσαι καλὸν οὐ δύναμαι, ἀλλ’ ἐπὶ τὸ χεῖρον παρατρέπομαι, εὑρίσκω τὸν νόμον δυσκατόρθωτόν μοι, θέλοντι ποιεῖν τὸ καλόν. παράκειται μοι γὰρ ἑτοιμότερα κακὰ πρὸς τὸ ποιεῖν αὐτά. τοῦ “παράκειται” δεικνύοντος, ὡς οὐκ ἐργῶδες ἐστὶ μετιέναι τὴν κακίαν. Φωτίου. Ἐκλάβοις δ᾿ ἃν καὶ οὕτως. ἐξ ὧν εἶπον φησὶ, τοῦτό μοι συμπεραίνεται. καὶ τοῦτο εὑρίσκω, τὸ εἶναι τὸν νόμον, νόμον εἰς τὸ καλὸν τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλόν· καὶ τοῦτο μόνον χαριζόμενον. τὸ γὰρ κακὸν εὑρίσκω, ὅτι ὁμοίως ἐμοὶ παράκειται· καὶ οὐδὲν ἐβελτιώθην ἐκ τοῦ νόμου. εἰ μὴ καὶ μᾶλλον βλάβην κ ἐδεξάμην, ὅτι παρακεῖσθαι μοι καὶ οἷον ἐγγίζειν μοι τὸ κακὸν παρέσχε ἀφορμήν· ὁ νόμος οὖν, μόνον νόμος ἐγένετό μοι εἰς τὸ ἀγαθόν· ἄλλο δὲ οὐδέν· πόθεν δῆλον, ὅτι τὸ κακόν μοι ὡσαύτως παράκειται· η καὶ οὕτως· εὑρίσκω ἄρα ’τον νόμον, τουτέστι, κατενόησα καὶ κατελάμβανον τὴν ἰσχὺν καὶ τὴν φύσιν τοῦ νόμου. ἐξεῦρον αὐτὸν ἀκριβῶς· ὅτι οὐδέν μοι βοηθῆσαι ἴσχυσε· πόθεν δῆλον; ὅτι θέλοντί μοι ποιεῖν τὸ καλὸν, οὐδὲν ἐπικουρεῖ· ἀλλ’ ὁμοίως τὸ κακὸν παράκειται ἄπρακτόν μοι τὸ θέλειν ποιοῦν. ἐν τούτῳ οὖν ἒὗρον ἀκριβῶς τὸν νόμον ὅσον ἰσχύει, καὶ τίς ἐστιν ἡ φύσις αὐτῷ, ἐν τῷ ἐμοὶ τῷ θέλοντι ποιεῖν τὸ καλὸν, εὑρίσκειν ἔτι τὸ κακόν· παράκειται γὰρ καὶ οὐκ ἀπελήλαται ὑπ’ αὐτοῦ ἐξ ἐμοῦ. δυνατὸν δὲ καὶ οὕτως ἐγγύτερον τῆς λέξεως ἐκλαβεῖν. εὑρίσκω ἄρα τῷ θέλοντι ἐμοὶ ποιεῖν τὸ καλὸν κατὰ τὸν νόμον, ὅτι ἐμοὶ τὸ κακὸν παράκειται· καὶ γὰρ οἱ κατὰ τὸ εὐαγγέλιον θέλοντες ποιεῖν τὸ καλὸν, οὐχ εὑρίσκουσιν ὅτι παράκειται αὐτοῖς τὸ κακόν. διὰ τοῦ βαπτίσματος γὰρ ἐξώσθη καὶ ἀπελήλατο. ὥστε δεῖ Χριστῷ προσελθεῖν διὰ τοῦ βαπτίσματος, καταλιπόντας τὸν νόμον.