Ancient Greek
7.22.2 to 7.22.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.22.2-4
Not analysed yet
Θεοδωρήτου. Ἔσω δὲ ἄνθρωπον, τὸν νοῦν λέγει· καὶ νόμον ἁμαρτίας, τὴν ἁμαρτίαν, ἥτις ἐνεργεῖται· τῶν μὲν τοῦ σώματος παθῶν, σκιρτώντων· τῆς δέ γε ψυχῆς, ταῦτα, διὰ τὴν ἐξαρχῆσ γεγενημένην ἐπιθυμίαν, ἐπισχεῖν οὐ δυναμένης· ἀλλὰ τὴν μὲν οἰκείαν ἐλευθερίαν ἀποβαλούσης, δουλεύειν δὲ τούτοις ἀνεχομένης. ἀλλ’ ὅμως καὶ δουλεύουσα, τὴν δουλείαν μισεῖ, καὶ ἐπαινεῖ τὸν νόμον τὸν τῆς δουλείας κατήγορον. Οἰκουμενίου. Νόμον οὖν ἁμαρτίας περιφραστικῶς, τὴν ἁμαρτίαν καλεῖ. καὶ καλῶς εἶπεν “αἰχμαλωτίζοντά με.” μάχης γὰρ κινουμένης μεταξὺ τῆς ἁμαρτίας, καὶ τῶν τοῦ νοός μου ἐπι- ταγμάτων· ἤγουν τοῦ ἀντιλέγοντος λογισμοῦ τῷ ἁμαρτίᾳ, ἄπεισι νικήσασα ἡ ἁμαρτία· αἰχμάλωτον λαβοῦσα τὸν ταλαίπωρον ἄρ θρωπον. Ωριγένουσ. Διαγράφει δὲ τὸν παρόντα λόγον ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα. ὥσπερ γὰρ στρατιώτης κρατήσας πολεμίοις αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρα- τευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν· καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν, καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον.