Ancient Greek
Chapter 7, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.22.6
Not analysed yet
Κυρίλλου. Ἢ νόμον ἁμαρτίας φησὶ τὸ ἔμφυτον κίνημα· καὶ ὅπερ ἃν ὑπάρχειν οἴοιτό τις τῆς φιλοσαρκίας τὸ πάθος. καθάπερ ἀμέλει καὶ νόμον νοὸς τὴν εἴς γε τὸ ἀγαθὸν ῥοπὴν αὐτοῦ καὶ θέλη- σιν· ὅς γε δίψᾳ μὲν τὸ ἐλεύθερον, καὶ τῶν διαβεβλημένων ἀπαλ- λακτιᾷ. καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὸν νόμον, ὡς τῶν καλλίστων εἰσηγητήν. καταβιάζεται δὲ εἰς ἐκτόπους ἡδονὰς ἡ τῆς σαρκὸς φύσις· πολεμοῦντός γε καὶ ἐγκειμένου τοῦ νόμου τῆς ἁμαρτίας.