Ancient Greek
Chapter 7, Verse 22
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.22.8
Not analysed yet
Δ(??), (sic). Ὅπως δὲ τοῦτο γίνεται, σκόπει. ἀγαθὸν τὸ θεῖον καὶ ὑπεράγαθον. καὶ τὸ τούτου θέλημα. τοῦτο γὰρ ἀγαθὸν, ὅπερ Θεὸς βούλεται. νόμος δέ ἐστιν ἡ τοῦτο διδάσκουσα ἐντολή. ἵνα ἐν αὐτῷ μένοντες, ἐν φωτὶ ωτμεν. ἧς ἐντολῆς ἡ παράβασις, ἁμαρ- τία ἐστίν. αὕτη δὲ διὰ τῆς τοῦ διαβόλου προσβολῆς, καὶ τῆς ἡμετέρας ἀβιάστου καὶ ἑκουσίου παραδοχῆς συνίσταται. λέγεται δὲ καὶ αὐτὴ νόμος. ἐπιβαίνων οὖν ὁ τοῦ Θεοῦ νόμος τῷ νῷ ἡμῶν ἐφέλκεται πρὸρ ἑαυτόν· καὶ νύττει τὴν ἡμετέραν συνείδησιν. λέ- γεται δὲ καὶ ἡ ἡμέτερα συνείδησις νόμος τοῦ νοὸς ἡμῶν. καὶ ἡ προσβολὴ δὲ τοῦ πονηροῦ, τουτέστιν ὁ νόμος τῆς ἁμαρτίας ἐπι- βαίνων τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν, δι’ αὐτῆς ἡμῖν προσβάλλει. ἅπαξ παραβάντες ἑκουσίως τὸν νόμον τοῦ Θεοῦ, καὶ τὴν προσ- βολὴν τοῦ πονηροῦ παραδεξάμενοι, ἐδώκαμεν αὐτῇ εἴσοδον παρα- θέντες ὑφ’ ἑαυτῶν τῇ ἁμαρτίᾳ. ὅθεν ἑτοίμως ἄγεται τὸ σῶμα ἡμῶν πρὸς αὐτήν. λέγεται γοῦν καὶ ἡ ἐναποκειμένη τῷ σώματι ἡμῶν ὀσμὴ καὶ αἴσθησις τῆς ἁμαρτίας, ἤτοι ἐπιθυμία καὶ ἡδονὴ, τοῦ σώματος νόμος, ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἡμῶν. “ὁ μὲν “οὖν νόμος τοῦ νοός μου,” ἤτοι ἡ συνείδησις, συνήδεται τῷ νόμῳ τοῦ Θεοῦ· ἤτοι τῆ ἐντολὴ· καὶ ταύτην θέλει ὁ δὲ νόμος τῆς ἁμαρτίας, ἤτοι ἡ προσβολὴ διὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν, ἤτοι τῆς σοῦ σώματος ἐπιθυμίας καὶ ῥοπῆς καὶ κινήσεως, καὶ τοῦ ἀλόγου μέρους τῆς ψυχῆς, ἀντιστρατεύεται τῷ νόμῳ τοῦ νοός μου. τουτέστι, τῇ συνειδήσει, καὶ αἰχμαλωτίζει με, καὶ ἀγα- πῶντα τὸν τοῦ Θεοῦ νόμον, καὶ μὴ θέλοντα τὴν ἁμαρτίαν, κατὰ ἀνάκρισιν, διὰ τὸ λεῖον τῆς ἡδονῆς καὶ τῆς τοῦ σώματος ἐπιθυμίας, καὶ τῆς ψυχῆς τοῦ ἀλόγου μέρους, ὡς ἔφην, πλανᾷ, καὶ πείθει δουλεῦσαι τῇ ἁμαρτίᾳ. “ἀλλ’ ὁ Θεὸς τὸ ἀδύνατον τοῦ “νόμου ἐν ᾧ ἠσθένει ὁ νόμος διὰ τῆς σαρκὸς, πέμψας τὸν Υἱὸν “αὐτοῦ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας,” σάρκα μὲν γὰρ ανέλαβεν· ἁμαρτίαν δὲ οὐδαμῶς, “κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ “σαρκί.” ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ, ἐν τοῖς “μὴ κατὰ “σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα.” τὸ γὰρ πνεῦμα συναντιλαμβάνεται τῇ ἀσθενείᾳ ἡμῶν· καὶ παρέχει δύναμιν τῷ νόμῳ τοῦ νοὸς ἡμῶν, κατὰ τοῦ νόμου τοῦ ἐν τοῖς μέλεσιν ἡμῶν. τὸ γὰρ, “τί προσευξόμεθα καθὸ δεῖ οὐκ οἴδαμεν ἀλλ’ αὐτὸ τὸ πνεῦμα “ἐντυγχάνει ὑπὲρ ἡμῶν στεναγμοῖς ἀλαλήτοις·” τουτέστι, δι- δάσκει ἡμᾶς τί δεῖ προσεύξασθαι· ὥστε ἀδύνατον, εἰ μὴ δι’ ὑπο- μονῆς καὶ προσευχῆς, τὰς ἐντολὰς τοῦ Θεοῦ ἐργάσασθαι.