# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.22.9.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.22.9.1

Μεθοδίου. τέσσαρας δέ τις ἐνταῦθα λέγεσθαι νόμους εἰπών· ἕνα μὲν τὸν νόμον τοῦ Θεοῦ· δεύτερον δὲ, τὸν ἀντιστρατευόμενον· τρίτον, περὶ οὗ φησὶν, “τῷ νόμῳ τοῦ νοός μου.” τέταρτον, περὶ οὗ λέγει· “τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” τούτων ὁ πρῶτος φησὶ τὸ εὐαγγελικόν ἐστι παίδευμα, ἔξωθεν διὰ τοῦ κηρύγματος εἰσιὼν καὶ τὴν ψυχὴν ῥυθμίζων· ὁ δεύτερος, ὁ ἀντιστρατευόμενος καὶ οὗτος τῶν ἐπεισιόντων ἔξωθέν ἐστι κατ’ ἐνέργειαν τοῦ πονηροῦ, τὴν ψυχὴν αἰχμάλωτ’ ἵζων· ὁ τρίτος, ὅν φησι νόμον νοὸς, οὗτός ἐστιν ὁ τῇ φύσει ἡμῶν ἐγκατασπαρεὶς παρὰ τοῦ δημιουργοῦ· ἐπὶ τὰ τῷ Θεῷ φίλα παροτρύνων. ὁ τέ. ταρτος, ὁ τῆς ἁμαρτίας νόμος, οὗτός ἐστιν ὁ φιλαμαρτήμων· ὃς διὰ τῆς πρὸς τὸ κακὸν συνηθείας, ἐνεσκίρρωσεν ἐν ἡμῖν τὴν ἁμαρ- τίαν. ὅρα οὖν, φησὶ, πῶς ἐκ διαμέτρου ἐναντίοις περιεστοιχίσμεθα νόμοις. οἱ μὲν γὰρ δύο, ἔξωθεν ἡμῖν ἐπεισρέουσιν. ὁ μὲν, πρὸς ἀγαθοεργίαν ἐκκαλούμενος, ὁ εὐαγγελικός· ὁ δὲ, πρὸς κακίαν πα- ρακαλῶν, ὁ ἀντιστρατευόμενος τοῦ πονηροῦ νόμος. οἱ δὲ λοιποὶ δύο, ἔνδον εἰσὶ καὶ τὴν ψυχὴν συνέχουσιν. ὁ μὲν τοῦ νοὸς, παρὰ τοῦ δημιουργοῦ ἡμῖν ἐγκατεσπαρμένος, καὶ ὁδηγῶν πρὸς τὰ κρείτ- τονα· ὁ δὲ τέταρτος, ὁ καὶ νόμος τῆς ἁμαρτίας διὰ τὴν πρὸς τὸ κακὸν ἕξιν ἐνσκιρρωθεὶς ἐν ἡμῖν· διὸ πρόσσχες πῶς ἀκριβῶς εἶπε, “βλέπω δὲ ἕτερον νόμον ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός “μου.” τούτῳ δὴ τῷ ἐμφύτῳ πρὸς τὰ καλά. “καὶ αἰχμαλωτί- “ ζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας, τῷ ὄντι ἐν τοῖς μέλεσί μου.” ὡς εἰ ἔλεγεν· ἔξωθεν εἰσπνέων συγκινεῖ καὶ ἐρεθίζει πάντα τὸν ἐν ἐμοὶ ἀποκείμενον κονιορτὸν καὶ βόρβορον, ὃν ἡ πρὸς ἁμαρτίαν μοι ἕξις, ἐνεσπίλωσε καὶ ἐνέκαυσε· καὶ ὁ νόμος δὲ τοῦ Θεοῦ ὁ εὐαγγελικὸς, κινεῖ καὶ ἐρεθίζει τὰ ἐν ἡμῖν ἔμφυτα καὶ ἐγκατεσπαρμένα μένα πρὸς ἀγαθοεργίαν σπέρματα. ἕκαστος γὰρ τῶν ἔξωθεν ἐπεισι- όντων, τὸν οἰκεῖον καὶ κατάλληλον ἔνδον καὶ ἐν ἡμῖν ὄντα μόνον κινῶν καὶ διερεθίζων, ἣ εὐσεβεῖν ἣ ἀσεβεῖν ἡμᾶς προτρέπεται. Ἄλλος δὲ τρεῖς ἔφησεν εἰσὶν ἐνταῦθα νόμοι. ὁ γραπτὸς, ὃν νόμον λέγει Θεοῦ. ὁ ἔμφυτος, ὃν νόμον λέγει νοός. καὶ ὁ τῆς ἁμαρτίας, ἐν τοῖς μέλεσιν ἡμῶν ἰσχύσας. ὃν καὶ ἀντιστρατευόμενον λέγει, καὶ ἐν τοῖς μέλεσιν ἡμῶν ἔχειν τὴν ἰσχὺν τοῦ ἀντι- στρατεύεσθαι· νόμον δὲ τοῦτον φησὶ ὡς ἰσχύοντα καὶ ἔχοντα τοὺς πειθομένους αὐτῷ. τὸ δὲ “αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς “ἁμαρτίας,” οὕτως ἐξηγεῖται. οὗτος ὁ νόμος ὁ ἀπὸ τῆς ἁμαρτίας ἐν τοῖς μέλεσιν ἐπεισελθών· ὁ ἀντιστρατευόμενος, αἰχμαλωτίζει με· ἀλλὰ πῶς; ἐπειδὴ ἀντιστρατείαν εἶπεν· ἵνα μὴ νομίσῃς ὅτι δι- καίως αἰχμαλωτίζει, καὶ νόμῳ πολέμου, ἐπάγει,’ νόμῳ ἁμαρτίας·” οὐ δικαίως φησί· μὴ γένοιτο. ποῖον γὰρ δίκαιον, τὸν ἀλλότριον δοῦλον ἐφ’ ἑαυτῇ ποιεῖν; ἀλλὰ πῶς; “ νόμῳ ἁμαρτίας,” τουτέστι, κατὰ τὸ ἰδίωμα τῆς ἁμαρτίας με αἰχιιαλωτίζει· κατὰ τὸ οἰκεῖον ἔθος αὐτῆς. ἐξ ἀναισχυντίας καὶ πολλῆς ἰταμότητος. ἐξ ἐπιβουλῆς, ἐξ ἐνέδρας· οὐκ ἐκ τοῦ φανεροῦ, ἀλλὰ ἀπατῶσα καὶ συναρ- πάζουσα. εἶτα ἵνα μή τις εἴπῃ· οὐκοῦν τὸ ὅλον ἐκείνης ἐστὶ τὸ αἰχμαλωτισθῆναί με. εἴπερ καὶ αἰχμάλωτ’ ἵζει με τῷ οἰκείῳ ἔθει, ἐνεδρεύουσα καὶ κρυφίως ἐπιτιθεμένη· προστίθησιν, “ἐν τοῖς μέ- “ λεσί μου.” οἷον ὅτι τὸ ἐγκαθιδρύσαι αὐτὴν ἐν τούτοις, ἐμόν ἐστι.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
