# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.24.1.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 24. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.24.1.1

Δρυσοστόμου. Εἶδες πόση τῆς κακίας ἡ τυραννίς; ὅτι καὶ συνηδόμενον τῷ νόμῳ τὸν νοῦν νικᾷ; οὐδὲ γὰρ ἔχει τίς εἰπεῖν φησὶν, ὅτι μισοῦντά με τὸν νόμον καὶ ἀποστρεφόμενον, ἡ ἁμαρτία χειροῦται· συνήδομαι γὰρ αὐτῷ καὶ σύμφημι, καὶ καταφεύγω πρὸς αὐτόν. ἀλλ’ ὅμως, ἐκεῖνος μὲν, οὐδὲ φυγόντα πρὸς αὐτὸν ἴσχυσε σῶσαι· ὁ δὲ Χριστὸς καὶ φεύγοντα ἀπ’ αὐτοῦ ἔσωσεν. εἶδες ὅση τῆς χάριτος ἡ ὑπερβολή; ἀλλ’ οὕτως μὲν, οὐκ ἔθηκεν αὐτὸ ὁ Ἀπόστολος· ἀνοιμώξας δὲ μόνον καὶ θρηνήσας μέγα, ὡς ἐν ἐρημίᾳ τῶν βοηθησόντων, διὰ τῆς ἀπορίας, δείκνυσι τοῦ Χριστοῦ τὴν δύναμιν, καὶ φησὶν, “τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ “θανάτου τούτου;“νόμος οὐκ ἴσχυσε. τὸ συνειδὸς οὐκ ἤρκεσε· καὶ τοι ἐπαινοῦν τὰ καλά. καὶ οὐκ ἐπαινοῦν μόνον, ἀλλὰ καὶ ἀπο- μαχόμενον πρὸς τὰ ἐναντία. τὸ γὰρ εἰπεῖν “ἀντιστρατευόμενον,” ἔδειξε καὶ αὐτὸ ἀντιταττόμενον. πόθεν οὖν ἐστι σωτηρίας ἐλπίς; “εὐχαριστῶ τῷ Θεῷ, φησὶ, “διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου “ἡμῶν.” εἶδες πῶς ἔδειξεν ἀναγκαίαν τῆς χάριτος τὴν παρουσίαν; καὶ κοινὰ καὶ Υἱοῦ καὶ Πατρὸς τὰ κατορθώματα; εἰ γὰρ καὶ τῷ Πατρὶ εὐχαριστεῖ, ἀλλὰ καὶ τῆς εὐχαριστίας ταύτης ὁ Υἱὸς αἴτιος. ὅταν δὲ ἀκούσῃς λέγοντος αὐτοῦ, “τίς με ῥύσεται ἐκ "τοῦ σώματος τοῦ θανάτου τούτου;“μὴ νόμιζε αὐτὸν τῆς σαρκὸς αὐτοῦ κατηγορεῖν· οὐδὲ γὰρ εἶπε σῶμα ἁμαρτίας· ἀλλὰ "σῶμα “θανάτου,” τουτέστι τὸ θνητὸν σῶμα· τὸ χειρωθὲν ὑπὸ τοῦ θανά- του· οὐ τὸ γεννῆσαν θάνατον. ὅπερ οὐ τῆς πονηρίας τῆς σαρκός· ἀλλὰ τῆς πονηρίας n ἧς ὑπέμεινε, δείγμα. ὥσπερ γὰρ ἂν εἰ τις αἰχμαλωτισθεὶς παρὰ βαρβάρων λέγοιτο εἶναι τῶν βαρβάρων. οὐκ ἐπειδὴ βάρβαρος ἐστὶν, ἀλλ’ ἐπειδὴ ὑπ’ ἐκείνων κατέχεται· οὕτω καὶ τὸ “σῶμα θανάτου” λέγεται, ἐπειδὴ κατεσχέθη παρ’ αὐτοῦ. οὐκ ἐπειδὴ προεξένησεν αὐτόν. διόπερ οὐ ’δε αὐτὸς του σω- σώματος ῥυσθῆναι βούλεται, ἀλλὰ τοῦ θνητοῦ σώματος. αἰνιττόμενος ὃ πολλάκις ἔφην, ὅτι ἐκ τοῦ παθητὸν γενέσθαι, καὶ εὐεπιχεί- ῥῆτον γέγονε τῇ ἁμαρτίᾳ. Καὶ τίνος ἕνεκεν φησὶ, εἰ τοσαύτη ἡ χάριτος προγενεστέρα o τυραννὶς τῆς ἁμαρτίας ἦν, ἐκολάσθησαν ἁμαρτάνοντες; ὅτι τοιαῦτα ἐπετάγησαν, οἷα δυνατὸν ἦν καὶ τῆς ἁμαρτίας κρατούσης κατορθοῦν. οὐδὲ γὰρ εἰς ἄκραν αὐτοὺς εἷλκε πολιτείαν· ἀλλὰ καὶ χρημάτων ἀπολαύειν ἐπέτρεπε, καὶ γυναιξὶ κεχρῆσθαι πλείοσιν οὐκ ἐκώλυε· καὶ θυμῷ χαρίζεσθαι μετὰ τοῦ δικαίου· καὶ τρυφῇ κεχρῆσθαι συμμέτρῳ. καὶ τοσαύτη ἦν ἡ συγκατάβασις, ὡς καὶ ἐλάττονα ὧν ὁ φυσικὸς διηγόρευε νόμος, τὸν γραπτὸν ἀπαιτεῖν. ὁ μὲν γὰρ τῆς φύσεως νόμος ἕνα ἄνδρα μιᾷ γυναικὶ διηνεκῶς ὁμιλεῖν ἐκέλευσεν. ὅπερ οὖν καὶ ὁ Χριστὸς δηλῶν ἔλεγεν, “ὅτι ὁ ποιήσας ἐξαρχῆς, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς” ὁ δὲ Μώσεως νόμος· οὔτε τὴν μὲν ἐκβάλλειν, τὴν δὲ ἀντει- σάγειν ἐκώλυεν. οὔτε δύο κατὰ ταὐτὸν ἔχειν ἀπηγόρευε. χω- ρὶς δὲ τούτου καὶ ἕτερα πλείονα τῶν ἐν τῷ νόμῳ τοὺς πρὸ τοῦ νόμου κατορθωκότας ἴδοι τίς ἄν· τῷ τῆς φύσεως παιδευομένους νόμῳ. οὐ τοίνυν ἐπηρεάσθησαν οἱ ἐν τῇ παλαιᾷ πολιτευσάμενοι· συμμέτρου νομοθεσίας οὕτως εἰσενεχθείσης αὐτοῖς. εἰ δὲ μὴ οὕτως ἤρκεσαν περιγενέσθαι, τῆς αὐτῶν ῥαθυμίας τὸ ἔγκλημα. διὰ τοῦτο καὶ Παῦλος εὐχαριστεῖ· ὅτι μηδὲν τούτων ἀκριβολογησάμενος ὁ Χριστὸς, οὐ μόνον τῶν ἡμαρτημένων οὐκ ἀπῄτησεν εὐθύνας, ἀλλὰ καὶ ἐπιτηδείους ἐποίησε πρὸς μείζονα δρόμον.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
