Ancient Greek
Chapter 7, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.7.1
Not analysed yet
Τοῦ Χρυσοστόμου. Ἀντίθεσιν πάλιν ἀνακύπτουσαν λύει· ἐπειδὴ γὰρ εἶπεν “ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι “γράμματος,” ἐπήγαγε, “τί οὖν ἐροῦμεν· ὁ νόμος ἁμαρτία;” καὶ γὰρ πρὸς τούτου ἦν εἰρηκὼς, ὅτι τὰ παθήματα τῶν ἁμαρτιῶν “διὰ τοῦ νόμου ἐνηργεῖτο ἐν τοῖς μέλεσιν ἡμῶν· καὶ ἁμαρτία “ὑμῶν οὐ κυριεύσει· οὐ γὰρ ἐστὲ ὑπὸ νόμον, ἀλλ’ ὑπὸ χάριν·” καὶ, “οὗ γὰρ οὐκ ἔστι νόμος, οὐδὲ παράβασις·” καὶ, “ὁ νόμος “δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα.” καὶ, “ὁ νόμος “ὀργὴν κατεργάζεται.” ἐπεὶ οὖν ταῦτα ἅπαντα ἐδόκει διαβολὴν φέρειν τῷ νόμῳ, ὡς διορθούμενος τὴν ἐκ τούτων ὑπόνοιαν, τίθησι τὴν ἀντίθεσιν, καὶ φησὶ, “μὴ γένοιτο·” πρὸ τῆς κατασκευῆς ἀπηγόρευσε τὸν ἀκροατὴν οἰκειούμενος, καὶ τὸν σκανδαλιζόμενον θεραπεύων· λοιπὸν γὰρ ὁ ἀκούσας καὶ ὑπὲρ τῆς διαθέσεως αὐτοῦ πληροφορηθεὶς, ζητεῖ μετ’ αὐτοῦ τὸ δοκοῦν εἶναι ἄποροι καὶ οὐχ ὑποπτεύει τὸν λέγοντα· διὸ καὶ τὴν ἀντίθεσιν, προσλαβὼν ἐκεῖνον τέθεικεν· οὐ γὰρ εἶπε· τι οὖν εἴποιμι ἄν; ἀλλὰ “τί οὖν ἐροῦμεν;” ὡς βουλῆς καὶ γνώμης προκειμένης· καὶ ἐκκλησίας κοινῆς συγκεκροτημένης· καὶ οὐ παρ’ αὐτοῦ, ἀλλὰ παρὰ τῆς τῶν εἰρημένων ἀκολουθίας, καὶ τῆς τῶν πραγμάτων ἀληθείας, τῆς ἀντιθέσεως φανείσης. Ὅτι μὲν γὰρ τὸ γράμμα ἀποκτεῖναι δύναται, οὐδεὶς ἀντερεῖ, φησί. καὶ ὅτι τὸ πνεῦμα ζωοποιεῖ, καὶ τοῦτο δῆλον. καὶ οὐδεὶς ἂν φιλονεικήσειεν. εἰ τοίνυν ταῦτα ὡμολογημένα, τί ἃν εἴποιμεν περὶ τοῦ νόμου; ὅτι ἁμαρτία; μὴ γένοιτο· λῦσον οὐν τὴν άπορίαν. εἶδες πῶς μεθ’ ἑαυτοῦ τὸν ἀντίδικον ἵστησι, καὶ τὸ τοῦ διδάσκοντος ἀξίωμα λαβὼν ἐπὶ τὴν λύσιν ἔρχεται; τίς οὖν ἡ λύσις; ἁμαρτία μὲν οὐκ ἔστι φησί· “τὴν δὲ ἁμαρτίαν οὐκ “ἔγνων, εἶ’ μὴ διὰ νόμου.” ὅρα σοφίας ἐπίτασιν. ὅπερ γὰρ οὐκ ἔστιν ὁ νόμος, ἐξ ἀντιθέσεως τέθεικεν, ἵνα ἀναιρῶν τοῦτο, καὶ ταύτῃ χαριζόμενος τῷ Ἰουδαίῳ, πείσῃ τὸ ἔλαττον αὐτὸν καταδέξασθαι. τί ἐστι τὸ ἔλαττον; “ὅτι τὴν ἁμαρτίαν οὐκ ἔγνων, εἰ μὴ διὰ νόμου.