Ancient Greek
Chapter 7, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.8.10
Not analysed yet
Κυρίλλου. Ἢ καὶ ἁπλῶς· εἰ μὴ κέοιτο, φησὶν, ὁ τῶν τῆς φαυλότητος τρόπων κατηγορῶν νόμος, ἀδρανὲς ἃν γένοιτο τὸ κακόν. κατερεθίζεται γὰρ μονονουχὶ πρὸς ἰσχὺν, διὰ τοῦ νόμου. καὶ ῥαθυμότερον μέν τισι τὸ τῆς ἡδονῆς ἐγκείσεται κέντρον, ἐπιτιμῶντος αὐτῶν μηδενός. μονονουχὶ καὶ ἀπαμβλύνεται τῷ τῆς ἐξουσίας πλάτει γοητευόμενον· οὗ γὰρ ὅλως τὸ ἀντιστατοῦν οὐδὲν, ἐκεῖ που πάντως ἀργεῖ καὶ τὸ φιλόνεικον. νεκρὰ τοιγαροῦν ἡ ἁμαρτία, νόμου τὸ πρακτέον μὴ διαγορεύοντος.