Ancient Greek
Chapter 7, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.8.13
Not analysed yet
Γενναδίου. τὴν γὰρ πρᾶξιν ὁ νόμος ἀπαγορεύων, ἁμαρτωλὸν συνίστησιν· ὡς ἐὰν μὴ τούτου μοι προπαρηγγελκότος τὴν αὐτῆς ἀποχὴν, ἐπιτετηδευκὼς ὑπῆρχον αὐτὴν, οὐκ ἃν ἦν ἔνοχος πλημμελήματι· “οὗ γὰρ οὐκ ἔτι νόμος, οὐδὲ παράβασις·’ οὐ γὰρ ἐλλογεῖται ἁμαρτία, μὴ ὄντος νόμου. τὸ οὖν “χωρὶς νόμου ἡ “ἁμαρτία νεκρά·” ἀντὶ τοῦ, οὐκ ἃν ἐνεργηθείη, φησὶ, ἁμάρτημα, μὴ νόμῳ διωρισμένον· διὰ τί; ὅτι οὐχ ἡ πρᾶξις ἁμάρτημα ἁπλῶς. ἀλλὰ τὸ εἰδότα ὧν δεῖ ἀπέχεσθαι, ποιεῖν τί παρὰ τὰ ἐγνωσμένα καλῶς ἔχειν.