Ancient Greek
Chapter 7, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.8.2
Not analysed yet
Θεοδωρήτου. Ἤ τὸ, οὐκ ᾔδειν καὶ οὐκ ἔγνων, οὐ τῆς παντελοῦς ἀγνοίας ἐνταῦθα δηλωτικά· ἀλλὰ τοῦτο λέγει, ὅτι ἀκριβεστέραν τῆς φυσικῆς διακρίσεως ἐδεξάμην γνῶσιν διὰ τοῦ νόμου· ἡ δὲ προσθήκη τοῦ “ἀφορμὴν λαβοῦσα ἡ ἁμαρτία διὰ “τῆς ἐντολῆς πᾶσαν ἐπιθυμίαν ἐν ἐμοὶ κατειργάσατο,” δείκνυσι τὸν νόμον τῆς κατηγορίας ἐλεύθερον. ἐπειδὴ γὰρ εἶπεν ὅτι ηὐξήθη τὰ ἁμαρτήματα τῇ θέσει τοῦ νόμου, ἵνα μή τις ὑπολάβῃ τὸν νόμον αἴτιον γεγενῆσθαι, ἀναγκαίως ὑποδείκνυσι τὸν τρόπον· ὅτι πρόφασιν διαμάχης ἡ ἁμαρτία τὴν νομοθεσίαν λαβοῦσα, τὸν ἀσθενέστερον κατετροπώσατο λογισμόν.