Ancient Greek
Chapter 7, Verse 8
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.8.4
Not analysed yet
Τοῦ Χρυσοστόμου. Καὶ τί τοῦ νόμου τὸ κέρδος, εἰ τὸ πάθος ηὔξησε φησίν; οὐδὲν, ἀλλὰ καὶ πολὺ τὸ βλάβος. ἀλλ’ οὐ τοῦ νόμου τὸ ἔγκλημα. ἀλλὰ τῆς ῥαθυμίας τῶν δεξαμένων. ἡ γὰρ ἁμαρτία αὐτὸ κατειργάσατο. ἀλλὰ διὰ τοῦ νόμου. ἀλλ’ οὐ τοῦτο τοῦ νόμου σπουδάζοντος, ἀλλὰ καὶ τὸ ἐναντίον. ἰσχυρότερα οὖν γέγονε, φησὶν, ἡ ἁμαρτία; καὶ σφόδρα· ἀλλ’ οὐ δὲ τοῦτο ἔγκλημα τοῦ νόμου πάλιν, ἀλλὰ τῆς ἐκείνων ἀγνωμοσύνης.