# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.8.7

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.8.7

Θεοδώρου Μονάχου. τάχα δὲ καὶ εἰς τὰ κατὰ τὸν Ἀδὰμ ὡς ἐν ὑποδείγματος λόγῳ εἴποι τίς ἀναφέρεσθαι τὸ προκείμενον. ἐπεὶ κἀκεῖνος προκειμένων αὐτῷ, φυτῶν ἀδεῶς ἁπάντων μεταλαμβάνειν ἠδύνατο, εἰ μὴ νόμος αὐτῷ περὶ ἀποχῆς ἔτυχε δοθείς. καὶ οὐκ ἦν ἁμάρτημα, τὸ μετὰ τῶν λοιπῶν, κἀκείνου φαγεῖν. ἐπειδὴ δὲ ἐντολὴν ἐδέξατο ἀποσχέσθαι τοῦ φυτοῦ τῆς βρώσεως, ἐπιθυμία μέν τις ἐνῆν αὐτῷ τῆς μεταλήψεως ὡς εἰκὸς τοῦ καρποῦ. ἐκωλύετο δὲ ὑπὸ τῆς ἐντολῆς. ἁμάρτημα εἶναι τὸ φαγεῖν τῶν ἀπαγορευθέντων, ἡγούμενος. ἐντεῦθεν ἡ ἁμαρτία πάροδον ἔσχε. τῆς μὲν ἐντολῆς ἐπεχούσης τὴν βρῶσιν· τοῦ δὲ Ἀδὰμ οὐ πρὸς τὴν ἀξιοπιστίαν αὐτῆς βουληθέντος ἰδεῖν, ἀλλὰ τοῦ ἐπιβούλου πιστωθέντος τοῖς λόγοις, καὶ ὅλου τῆς ἐπιθυμίας τοῦ φαγεῖν γεγονότος. καὶ οὐ μόνον ἀφορμὴ τῆς ἐπιθυμίας ἐντεῦθεν ἐγένετο· ἀλλὰ κἀκεῖνο ἐμάθομεν· ὡς οὐχ ἁπάσαις ταῖς ἐπιθυμίαις προσῆκεν ἕπεσθαι ἡμᾶς. δοκιμάζοντας δὲ ἃ χρὴ ποιεῖν, τῶν ἑτέρων ἀπέχεσθαι· οἷς οὐκ ἐμμένοντες, δῆλοι πάντως ἐσμὲν ἁμαρτάνοντες. ὥστε οὐ κατ’ ἐκεῖνο μόνον ἡ ἁμαρτία τὴν πάροδον ἔσχε διὰ τῆς ἐντολῆς, καθὸ τοῦ φυτοῦ μετειλήφειμεν. ἀλλὰ γὰρ καὶ ὅτι μὴ πάσαις ἕπεσθαι ταῖς ἐπιθυμίαις μαθόντες, ἡμάρτομεν ἁπάσας παρὰ τὸ δέον πληροῦν ἐπειγόμενοι. τοῦτο τὰρ λέγει, τὸ, “κατειργάσατο ἐν ἐμοὶ “πᾶσαν ἐπιθυμίαν.” ἀντὶ τοῦ παντὸς ἁμαρτήματος ἀπό τινος ἐπιθυμίας τικτομένου, ἐντεῦθεν ἡ ἀρχὴ γέγονεν ἡμῖν. ἅτε δὴ τῆς διακρίσεως τὰς ἀφορμὰς δεξαμένοις ἐντεῦθεν· οὕτω καὶ ἐν τοῖς ἀνωτέροις· τῷ, “τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν “οὐκ ἐπιθυμήσεις,” ἀντὶ τοῦ, οὐκ ἃν ᾔδειν εἰ μὴ ὁ νόμος ἦν ὁ τοῦτο διορίζων, ὡς οὐ δεῖ τι ποιεῖν τῶν ἐν ἐπιθυμίᾳ κειμένων. καὶ γὰρ τὸ “ἐν ἐμοὶ” ὅτε λέγει, τὸ κοινὸν λέγει τῶν ἀνθρώπων· καὶ τοῖς τοῦ Ἀδὰμ εἰς ἀπόδειξιν κέχρηται τῶν κοινῶν. Χωρὶς γὰρ νόμου· ἁμαρτία νεκρά.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
