# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.9.1

Κυρίλλου. Ἐζηκέναι μέν φησιν ὁ μυσταγωγὸς, χωρὶς νόμου ποτέ· εἶτα τῆς ἐντολῆς ἐλθούσης, ἀναβιῶναι μὲν τὴν ἁμαρτίαν τεθνάναι γε μὴν ἑαυτὸν διισχυρίζετο· καὶ σχηματίζει μὲν ἐν τούτοις ἐφ’ ἑαυτῷ τὸν λόγον. οἶμαι δὲ ἔγωγε τοιοῦτόν τι βου- λεύεσθαι δηλοῦν αὐτόν. ὑπὸ δίκην μὲν γὰρ ὁμολογουμένως ἐστὶ καὶ τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν. ἔσται δὲ ὅτι φορτικωτέρα τοῖς εἰδόσιν ἡ κόλασις, πεπληροφόρηκεν ὁ Σωτῆρ’ λέγων· “ὁ εἰδὼς τὸ “θέλημα τοῦ Κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. “ὁ δὲ μὴ εἰδὼς, καὶ μὴ ποιήσας, δαρήσεται ὀλίγας.” οὐκοῦν, ἄμεινον ὁμολογουμένως τὸ ἐν ἀγνοίᾳ πλημμελεῖν, ἣ τὸ ἐν εἰδήσει νομων. Εἰ δὲ δή τις γέγονεν ὑπὸ νόμον· τὴν ἔξω νόμου ποτὲ διαζήσας ζωήν· εἶτα τῶν τεθεσπισμένων ἀφειδεῖν ἠρημένος, ἥλω γραφὴν ἁμαρτίας, καὶ πέπτωκεν ὑπὸ δίκην· τότε δὴ τότε ταῖς ἑαυτοῦ ῥαθυμίαις ἐπιστυγνάσας τῆς ἀκριβείας τοῦ νόμου, μονονουχὶ καὶ κατακεκράξεται λέγων, “ἐγὼ δὲ ἔζων χωρὶς νόμου ποτέ. ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν ἐγὼ ’δε ἀπέθανον εἰ γάρ ἐστιν ἀληθῶς “ἁμαρτία νεκρὰ χωρὶς νόμου,” πῶς οὐ πιθανὸν ζωοποιεῖσθαι τρόπον τινὰ διὰ τοῦ νόμου τὴν ἁμαρτίαν, ἐννοεῖν· τοῦ καὶ ἐμφανῆ καθιστάντος αὐτὴν, καὶ οἷον, ἔμπνουν ἐπιτελοῦντος; καίτοι πάλαι μὴ ἐγνωσμένην, εἰ καὶ ἦν. οὐχ ἡμῖν, οὐ γὰρ ἦμεν δίκαιοι. ὥσπερ δὲ νεκρᾶς οὔσης τῆς ἁμαρτίας· διά τοι τὸ μὴ εἶναι τυχὸν τὸν καταδικάζοντα νόμον, ἐζῶμεν ἡμεῖς, τῆς ἀγνοίας τὴν παραίτησιν εὐάφορμον ἔχοντες. “οὗ γὰρ οὐκ ἔστι “νόμος, οὐδὲ παράβασις,” καθά φησι αὐτός. οὕτω παρελθούσης τῆς ἐντολῆς εἰς μέσον, ἀνεβίω μὲν ὥσπερ ἡ ἁμαρτία· κατερεθίσθη δὲ ὁ θάνατος· καὶ ἀρὰ καὶ δίκη τῶν ταῖς παραβάσεσιν ὑποπιπτόντων ἐξ ἀσθενείας· καὶ τι τὸ ἐντεῦθεν; πέπρακται τι τῶν ἐλπίδος ἔξω καὶ ἀδοκήτων ἐφ’ ἡμῖν· εὕρηται γάρ, φησι, ἡ ἐντολὴ ἡ δοθεῖσα πρὸς ζωὴν αὕτη εἰς θάνατον. ὥσπερ γὰρ κατασίνεταί πὼς τῆς ἡλιακῆς ἀκτῖνος τὸ φῶς τοὺς οἵπερ ἃν εἶεν τὴν ὄψιν ἠρρωστηκότες, καί τοι πεφυκὸς εἶναι γλυκὺ καὶ τριπόθητον. καὶ οὐκ αὐτὸ πάντως ἐστὶ τὸ ἀδικοῦν· νοοῖτο δὲ μᾶλλον τῆς τῶν πεπονθότων ἀρρωστίας ἔγκλημα, τὸ ἀδικεῖσθαι παρ’ αὐτοῦ· κατὰ τὸν ἶσον οἶμαι τρόπον πρόφασιν δεδόσθαι τῇ ἁμαρτίᾳ φησὶ τὴν ἐντολήν. ἐξηπατῆσθαι τὲ δι’ αὐτῆς· κατακομισθῆναι τὲ καὶ εἰς θάνατον. φαίη δ’ ἄν τις καὶ ἑτέρως, ὅτι δὴ σφόδρα φιλεῖ ταῖς τοῦ νόμου βουλαῖς ἀεί πὼς μάχεσθαι τὸ φιλήδονον· καὶ οἱ τῆς φαυλότητος τρόποι ταῖς ἐπιεικείαις ἀνακοπτόμενοι, γεννικώτερον ἀντεξάγουσι· καὶ τὸν νοῦν ἔσθ’ ὅτε καταληΐζονται, καταστρέφοντες εἰς παράβασιν, καὶ ταῖς ἐκ νόμου ποιναῖς ὑποφέροντες. καὶ τοι νόμον ἐσχηκότες τοῦ πολέμου τὴν ἀφορμήν. ταύτῃ τοι φησὶ σοφὸς ὣν ὁ Παῦλος, ἠπατῆσθαί τε διὰ τῆς ἐντολῆς, καὶ δι’ αὐτῆς ἀποθανεῖν. ἀπέκτεινε γὰρ μονονουχὶ καταθήγουσα πρὸς ἀντίστασιν τὰς ἐν ἡμῖν ἡδονὰς, κατά γε τοὺς προειρημένους τρόπους.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
