# Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.11

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 7, Verse 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/7.9.11

Θεοδωρήτου. Ἀπὸ δὴ τῶν κατὰ τὸν Ἀδὰμ πιστωσάμενος τὸν περὶ τοῦ Μωσαϊκοῦ νόμου λόγον, συμπεραίνων ἐπάγει· “ὥστε “ὁ νόμος ἅγιος καὶ ἡ ἐντολὴ ἅγια, καὶ δικαία καὶ ἀγαθή.” νόμον λέγων, τὸν Μωσαϊκόν· ἐντολὴν δὲ, τὴν τῷ Ἀδὰμ δεδομένην. οὗ χάριν, καὶ πλείοσιν αὐτὴν ἐταινίωσε στεφάνοις· ὡς πλείους παρὰ πολλῶν δεχομένην κατηγορίας. οἱ γὰρ ῥαθυμίᾳ συζῶντες, καὶ τοῦ δεσπότον Θεοῦ κατηγοροῦσιν ὡς τεθεικότος τὴν ἐντολήν. εἰ μὲν γὰρ ἠγνόει φασὶ τὸ γενησόμενον, πῶς Θεὸς ὁ μὴ προγινώσκων τὰ μέλλοντα; εἰ δὲ προορῶν τὴν παράβασιν, τέθεικε τὴν ἐντολὴν, αὐτὸς τῆς παραβάσεως αἴτιος. ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς ἴδιον λογικῶν ἡ τῶν καλῶν καὶ τῶν μὴ τοιούτων διάκρισις· πῶς τοίνυν ἐνῆν τοὺς τοιαύτην ἔχοντας φύσιν, χωρὶς νόμου πολιτεύεσθαι; διά τι τοῦτο τέθεικε τὴν ἐντολὴν ὁ Θεός; ἵνα καὶ τὴν οἰκείαν φύσιν ἐπιγινώσκῃ, καὶ τὸν νομοθέτην δειμαίνῃ. ἔστι δὲ ἰδεῖν καὶ τοῦ νομοθέτου τὴν φιλανθρωπίαν λίαν εὐχερῆ, καὶ οὐ δυσκατόρθωτον δεδωκότος νόμον. πάντων γὰρ ἐδεδώκει τῶν φυτῶν τὴν ἀπόλαυσιν· ἑνὸς δὲ μόνου ἐκεκωλύκει τὴν μετάληψιν· οὐ φθονῶν αὐτῷ τὴν ἐξουσίαν παρεσχηκώς· ἀλλὰ τῆς δουλείας αὐτὸν ἐκπαιδεύων τοὺς ὅρους· καὶ εὔνουν εἶναι περὶ τὸν πεποιηκότα διδάσκων, καὶ ἀφορμὴν εἰς γυμνασίαν παρέχων τῷ λογικῷ· εἰ δὲ τὴν ἐντολὴν μὴ φυλάξας, ὑπὸ τὸν ὅρον τοῦ θανάτου κατέστη, οὐ κατηγορία τοῦτο τοῦ τεθεικότος, ἀλλὰ τοῦ παραβεβηκότος.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
