Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.2
Not analysed yet
Χρυσοστόμου. Καὶ ὅρα πῶς δεῖξαι σπουδάζει καὶ ἀφ’ ὧν οὐκ ἐποίησε βαρήσαντα τὸν νόμον τὴν ἀνθρωπίνην φύσιν· ὅτε γὰρ χωρὶς νόμου ἔζων φησὶ, δηλαδὴ πρὸ Μώσεως, οὐχ οὕτω κατεδικαζόμην· “ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν· ἐγὼ δὲ “ἀπέθανον.” τοῦτο δοκεῖ μὲν εἶναι κατηγορία τοῦ νόμου. εἰ δέ τις ἀκριβῶς ἐξετάσειε, καὶ ἐγκώμιον αὐτοῦ φανεῖται ὄν. οὐ γὰρ μὴ οὐσαν ὑπεστήσατο· ἀλλὰ κρυπτομένην ἔδειξεν ὅπερ καὶ επαινος ἐστὶ τοῦ νόμου· εἴ γε πρὸ τούτου μὲν ἀνεπαισθήτως ἡμάρτανον· τούτου δὲ ἐλθόντος, εἰ καὶ μηδὲν ἕτερον ἐκαρπώσατο, τοῦτο γοῦν ἀκριβῶς ἔμαθον ὅτι ἥμαρτον· ὅπερ οὐκ ἃν εἴη μικρὸν εἰς c κακίας ἀπαλλαγήν. εἰ δὲ μὴ ἀπηλλάγησαν τῆς κακίας, οὐδὲν τοῦτο πρὸς τὸν πάντα ὑπὲρ τούτου ποιήσαντα νόμον. ἀλλ’ ἡ πᾶσα κατηγορία τῆς ἐκείνων γνώμης ἐστὶ, πη ἐλπίδα πᾶσαν διαφθαρείσης· οὐ γὰρ κατὰ λόγον ἠν τὸ γινόμενον τὸ διὰ τῶν ωφελουντων βλάπτεσθαι. διὸ καὶ ἔλεγεν· “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς “ζωὴν, αὕτη εἰς θάνατον.” οὐκ εἶπε γέγονε θάνατος· οὐδὲ ἔτεκε θάνατον, ἀλλ’ “εὑρέθη.” τὸ καινὸν καὶ παράδοξον τῆς ἀτοπίας οὕτως ἑρμηνεύων. καὶ τὸ πᾶν εἰς τὴν ἐκείνων περιτρέπων κεφαλήν. ἃν γὰρ τὸν σκοπὸν αὐτῆς ἐθέλῃς ἰδεῖν, εἰς ζωὴν ἦγε φησίν. καὶ διὰ τοῦτο ἐδόθη. εἰ δὲ θάνατος ἐντεῦθεν ἐξέβη, τῶν λαβόντων τὴν ἐντολὴν τὸ ἔγκλημα, οὐ τῆς ἐπὶ τὴν ζωὴν ἀγούσης. σαφέστερον δὲ τοῦτο καὶ διὰ τῶν ἑξῆς ἐδήλωσεν εἰπὼν, “ἡ γὰρ ἁμαρ- “τία ἀφορμὴν λαβοῦσα διὰ τῆς ἐντολῆς, ἐξηπάτησέ με, καὶ δι’ “αὐτῆς ἀπέκτεινεν·” εἶδες πῶς πανταχοῦ τῆς ἁμαρτίας ἔχεται. τὸν νόμον ἀπαλλάττων κατηγορίας; διὸ καὶ ἐπήγαγεν, “ὥστε ὁ “μὲν νόμος ἅγιος· καὶ ἡ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.