Ancient Greek
Chapter 7, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.9.9
Not analysed yet
Γενναδίου. Ὥστε ἐγὼ, ὁ ἄνθρωπος λέγει νῦν· λέγει δὲ περὶ τοῦ Ἀδάμ· τὸ δὲ “ἔζων χωρὶς νόμου,” νόησον καὶ οὕτως. ἐμὲ τὸν ἄνθρωπον ἔχοντα πρὸ τοῦ νόμου τὸ ζῆν, ἡ ἐντολὴ προσελθοῦσα διὰ τῆς πρόσθεν νεκρᾶς ἁμαρτίας ἀναζησάσης, τοῦτο ἀφείλετο· “καὶ “εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον.” καὶ πέπονθέ τι σχέτλιον καὶ ὄντως ἐλεεινὸν, τῇ εὐεργεσίᾳ βλαβείς· καὶ τῷ πρὸς ζωὴν δοθέντι μοι βοηθήματι, τούτῳ τὸ ζῆν ἀπολέσας. “ἡ “γὰρ ἁμαρτία ἀφορμὴν λαβοῦσα,” καὶ τὰ ἑξῆς· ἔχουσα γὰρ διὰ τῆς ἐντολῆς πρόφασιν ἡ κατάρατος ἁμαρτία, καὶ δυνατωτέρα τῷ ὅπλῳ τῷ ἐμῷ γενομένη, διὰ τούτου με αὐτοῦ παρακρουσαμένη κατέσφαξε· δίεισι μέντοι περὶ τῆς ἁμαρτίας, ὡς ζώσης τε καὶ ὑφεστηκυίας καὶ σοφιζομένης τὸν ἄνθρωπον· κατὰ τὸ τῆς θείας ἔθος γραφῆς. οὕτω γοῦν καὶ δικαιοσύνην προσωποποιῶν ὁ μακάριος εἰσάγει Δαβίδ, “δικαιοσύνη ἐνώπιον αὐτοῦ προσπορεύσεται,” λέγων· καὶ πάλιν ὁ Σολομῶν τὴν σοφίαν. καὶ ὅλως ἐν τοῖς θείοις λογίοις πολὺ τὸ τοιοῦτον ἰδίωμα.