# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.1.1

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.1.1

Κυρίλλου. Μακρὸς μὲν τῷ Παύλῳ ἐκπεποίηται λόγος· βα- σανίζοντι λεπτῶς ἕκαστα τῶν ἐν ἡμῖν καὶ τῆς πλεονεξίας τοὺς τρόπους, οὓς ὑπομένειν ἔθος τὴν ἀνθρώπου διάνοιαν, ἀντεξάγοντος αὐτῇ τοῦ κακοῦ. διισχυρίζετο δὲ ὡς ἀσχάλλει μὲν ἔσθ’ ὅτε τῶν ἐπιεικεστέρων ὁ νοῦς, τοῖς τῆς σαρκὸς πάθεσι τυραννούμενος. ἀλύει δὲ σφόδρα καὶ ἀσθενῶν αἰσχύνεται· τό γε μὴν ἀποφορτίσασθαι τὴν ἀβούλητον ἁμαρτίαν, οὐδαμόθεν ἴσχει· δεινῶς κατεμπιπτούσης τῆς ἡδονῆς. ταύτῃ τοι καὶ ἀσθενεῖ πρὸς ἀντίστασιν οὐδὲν τὸ παράπαν διά γε τοῦ νόμου πρὸς τοῦτο ἐπικουρούμενος. ἀληθεύει δὴ οὖν ὁ θεσπέσιος Παῦλος· εἰ τῷ μὲν νο·ὶ; δουλεύειν τῷ θειῷ διισχυρίσαιτο νόμῳ· τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας. καὶ τοῦτο οἶμαί ἐστιν ὅπερ ἔφη· “τὸ γὰρ θέλειν παράκειται μοι. τὸ δὲ κατερ- “γάζεσθαι τὸ καλὸν, οὐ.” πάλαι μὲν οὖν, ὡς ἔφην, ἐνυπῆρχεν ἡμῖν τό γε ἧκον εἰς νοῦν, καὶ τὴν ἐν αὐτῷ θέλησιν, τὸ ἑλέσθαι τῷ θείῳ δουλεύειν νόμῳ. κατεβιάζετο δὲ πρὸς ἁμαρτίαν ἡ σὰρξ, τὸ οἰκεῖον ὥσπερ ἀντανιστᾶσα θέλημα. ἦν οὐν ἄρα κατάκριμα τοῖς ἐθέλουσι μὲν ἀποπεραίνειν τὸ ἀγαθὸν, οὐ μὴν ἔτι καὶ δυνα- μένοις διὰ τὸ τυραννεῖσθαι τοῖς πάθεσιν. ἀλλ’ ἐν Χριστῷ πέ- παυται τὸ κατάκρινον· τουτέστιν, ἡ τῶν σαρκικῶν κινημάτων πλεονεξία.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
