Ancient Greek
8.1.3 to 8.1.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.1.3-4
Not analysed yet
Θεοδωρήτου. Οὐ γὰρ περιγίνεται νῦν μὴ βουλομένων ἡμῶν τὰ παθήματα· ἐπειδὴ τοῦ θείου Πνεύματος τὴν χάριν δεδέγμεθα. Κυρίλλου. Νόμον μὲν οὖν ἁμαρτίας, τὸ ἐν τῇ σαρκὶ πρὸς τὰς ἐκτόπους ἁμαρτίας κίνημα λέγει· Θεοῦ δὲ νόμον, τὴν τοῦ Πνεύματος βούλησιν. πρόδηλον τοίνυν ὅτι Θεὸς τὸ Πνεῦμα τὸ Ἅγιον· τὸ καὶ νόμους ὁρίζον ἐν ἡμῖν. πρέπει δὲ οὐχ ἑτέρῳ νομοθετεῖν· ἀλλὰ μόνῳ Θεῷ.