# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.10

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.10.10

Χρυσοστόμου. Ἐκ μὲν οὖν τοῦ μὴ ἔχειν Πνεῦμα Ἅγιον, θάνατος, ἔχθρα εἰς Θεόν· τὸ μὴ δύνασθαι ἀρέσαι τοῖς ἐκείνου νόμοις τὸ μὴ εἶναι ὡς χρὴ, τοῦ Χριστοῦ τὸ μὴ ἔχειν αὐτὸν ἔνοικον. ἐκ δὲ τοῦ Πνεῦμα ἔχειν, τὸ Χριστοῦ εἶναι· τὸ αὐτὸν ἔχειν τὸν Χριστόν· τὸ τοῖς εὐαγγελίοις ἁμιλλᾶσθαι. τοῦτο γάρ ἐστι νεκρῶσαι τὴν σάρκα· τὸ ζωὴν ἀθάνατον ζῆν· τὸ ἐντεῦθεν ἤδη τῆς ἀναστάσεως ἔχειν τὰ ἐνέχυρα· τὸ μετ’ εὐκολίας τὸν τῆς ἀρετῆς τρέχειν δρόμον. οὐ δὲ γὰρ εἶπεν ἀργεῖν τὸ σῶμα λοιπὸν τῇ ἁμαρτίᾳ· ἀλλὰ καὶ νεκρὸν εἶναι· ἐπιτείνων τὴν εὐκολίαν τῶν δρόμων. χωρὶς γὰρ πραγμάτων καὶ πόνων ὁ τοιοῦτος στεφανοῦται λοιπόν. διὰ τοῦτο, καὶ τῇ ἁμαρτίᾳ προσέθηκεν. ἵνα μάθῃς ὅτι τὴν πονηρίαν, ἀλλ’ οὐ τὴν φύσιν τοῦ σώματος καθάπαξ ἀνεῖλεν. εἰ γὰρ τοῦτο γένοιτο, πολλὰ καὶ τῶν τὴν ψυχὴν ὠφελῆσαι δυναμένων, ἀνήρηται. οὐ τοίνυν τοῦτο φησί· ἀλλὰ καὶ ζῶν καὶ μένον, νεκρὸν εἶναι βούλεται. τοῦ d γὰρ τὸν υἱὸν ἔχειν· τοῦ τὸ πνεῦμα ἐν ἡμῖν εἶναι, σημεῖον ἐστὶ, τὸ μηδὲν τῶν ἐν τῇ σορῷ κειμένων σωμάτων διαφέρειν ἡμῶν τὰ σώματα πρὸς τὴν τῆς ἁμαρτίας ἐργασίαν. ἀλλὰ μὴ φοβηθῇς νέκρωσιν ἀκούσας· ἔχεις γὰρ τὴν ὄντως ζωήν· ἣν οὐδεὶς διαδέξεται θάνατος. τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος. οὐκ εἴκει θανάτω λοιπόν. ἀλλ’ ἀναλίσκει θάνατον καὶ δαπανᾶ. καὶ ὅπερ ἔλαβεν, ἀθάνατον διατηρεῖ. διόπερ εἰπὼν “τὸ σῶμα “ νεκρὸν,” οὐκ εἶπε τὸ πνεῦμα ζῶν· ἀλλὰ “ ζωή.” ἵνα δείξῃ καὶ ἑτέροις τοῦτο δυνάμενον παρασχεῖν. εἶτα πάλιν ἐπισφίγγων τὸν ἀκροατὴν, λέγει καὶ τὴν αἰτίαν τῆς ζωῆς, καὶ τὴν ἀπόδειξιν. αὕτη δέ ἐστιν ἡ δικαιοσύνη. ἁμαρτίας γὰρ οὐκ οὔσης, οὐδὲ θάνατος φαίνεται. θανάτου δὲ μὴ φαινομένου, ἀκατάλυτος ἡ ζωή.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
