# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.4

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.10.4

Χρυσοστόμου. Καὶ οὐκ εἶπεν, εἰ ὑμεῖς πνεῦμα Χριστοῦ οὐκ ἔχετε, ἀλλ’ ἐπ’ ἄλλων προήγαγε τὸ λυπηρόν. ἐπ’ αὐτῶν δὲ πάλιν τίθησι τὸ χρηστὸν, ἐπαγαγὼν, “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” καὶ τὸ μὲν λυπηρὸν, βραχὺ καὶ μέσον. τὸ δὲ ποθεινὸν ἑκατέρωθεν. καὶ διὰ πολλῶν, ὥστε ἐκεῖνο συσκιάσαι. τοῦτο δὲ ἔλεγεν οὐ τὸ Πνεῦμα Χριστὸν λέγων· ἄπαγε. ἀλλὰ δεικνὺς ὅτι ὁ τὸ Πνεῦμα ἔχων, οὐ μόνον τοῦ Χριστοῦ χρηματίζει, ἀλλὰ καὶ αὐτὸν ἔχει τὸν Χριστόν. οὐ γάρ ἐστι Πνεύματος παρόντος, μὴ καὶ τὸν Χριστὸν παρεῖναι. ὅπου γὰρ ἃν μία τῆς τριάδος ὑπόστασις παρῇ, πᾶσα πάρεστιν ἡ τριάς. ἀδιασπάστως γὰρ ἔχει πρὸς ἑαυτὴν, καὶ ἥνωται μετὰ ἀκριβείας ἁπάσης. Ἀλλ᾿ ὁ μὲν θεῖος Ἰωάννης ὁ Χρυσολόγος πατὴρ, πρὸς τὰς διαφόρους ὑποστάσεις ἀπιδὼν, οὐ δεῖ, φησιν, Χριστὸν ἐνταῦθα τὸ πνεῦμα λέγειν. ἵνα μὴ συγχεθείη τὰ πρόσωπα. ὁ δέ γε μέγας Βασίλειος ἐν τῷ περὶ τοῦ Ἁγίου Πνεύματος λόγῳ, πρὸς τὴν τῆς ἐνεργείας τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος ἔκφανσιν ἀπιδὼν, Χριστὸν τὸ πνεῦμα ἐκάλεσεν, οὕτως εἰπών. Βασιλείου. Ἐπεὶ πᾶσα ἡ ἐνέργεια τοῦ Υἱοῦ διὰ τοῦ Πνεύματος φανεροῦται, Κύριος ὀνομάζεται τὸ Πνεῦμα, καὶ Χριστὸς, τῷ τοῦ Χριστοῦ. ὡς ἄρτι μὲν ἐλέγομεν, “ ὁ δὲ Κύριος, τὸ Πνεῦ- “ μὰ ἐστίν εἴρηται δὲ καὶ τὸ, ὑμεῖς οὐκ ἐστὲ ἐν σαρκὶ, “ἀλλ’ ἐν πνεύματι. εἴπερ πνεῦμα Θεοῦ ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα “Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ.” εἶτα ἐπάγει ὁ Ἀπόστολος. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν.” ἀντὶ τοῦ εἰπεῖν, ὅπερ ἀκόλουθον ἦν, εἰ δὲ τὸ πνεῦμα ἐν ἡμῖν.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
