Ancient Greek
Chapter 8, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.5
Not analysed yet
Κυρίλλου. Δυσσεβοῦσι τοιγαροῦν λίαν. οἰκτιστὸν d εἶναι καὶ γενητὸν, ἣ φρονεῖν, ἣ λέγειν ἀποτολμῶντες τὸ Πνεῦμα τὸ Ἅγιον. ὥσπερ γὰρ οὐχ ἕτερόν τι ἐστὶ παρὰ τὸν ἄνθρωπον τὸ πνεῦμα αὐτοῦ, οὕτως οὐχ ἕτερόν τι παρὰ τὸν φύσει καὶ ἀληθῶς Θεὸν, τὸ Πνεῦμα αὐτοῦ. κἂν ἐν ὑπάρξει νοῆται τῇ καθ’ ἑαυτό. καθάπερ ἀμέλει καὶ αὐτὸς ὁ Πατὴρ, καὶ μέντοι καὶ ὁ Υἱός. ὅτι γὰρ ἐν ἡμῖν ὄντος τοῦ Πνεύματος, ὁ Υἱὸς ἐν ἡμῖν ἐστι, διὰ τὴν ταυτότητα τῆς οὐσίας· καὶ ὅτι κατὰ φύσιν ἴδιον αὐτοῦ τὸ Πνεῦμα αὐτοῦ, πιστώσεται γράφων ὁ θεσπέσιος Παῦλος, “ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν “σαρκὶ, ἀλλ’ ἐν Πνεύματι. εἴπερ Πνεῦμα Θεοῦ οἰκεῖ ἐν ὑμῖν. “εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. “εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα, νεκρὸν διὰ τὴν ἁμαρτίαν· “τὸ δὲ πνεῦμα, ζωὴ διὰ τὴν δικαιοσύνην.” σύνες οὖν ὅπως Πνεῦμα Θεοῦ λέγων αὐτὸ, καὶ Χριστὸν ὀνομάζει διὰ τὴν ταὐτότητα τῆς οὐσίας. ὅτε τοίνυν ὡς Χριστὸς ἐν ὑμῖν τὸ Πνεῦμα αὐτοῦ, πῶς ἃν εἴη γενητὸν, Θεοῦ κατὰ φύσιν ὄντος τοῦ Υἱοῦ, καὶ ὁμοουσίου τῷ Πατρί; Τοῦ αὐτοῦ. Δέχου οὖν μοι καὶ ἐντεῦθεν ὀρθὰς περὶ τοῦ Ἁγίου Πνεύματος τὰς ἐννοίας. ἵνα δὴ καὶ ἐκμάθοις αὐτὸ τῆς τοῦ Σωτῆρος ὑπάρχον οὐσίας, καὶ τῆς μιᾶς θεότητος, οὐκ ἀλλότριον. Πνεῦμα γὰρ ἀποκαλέσας αὐτὸ Θεοῦ, εὐθὺς αὐτὸ καὶ Πνεῦμα λέγει Χριστοῦ. δεικνύων μὲν ὅτι πάντα τὰ τοῦ Πατρὸς ἴδια, διαβαίνει φυσικῶς καὶ ἐπὶ τὸν ἐξ αὐτοῦ γεννηθέντα Υἱόν. Χριστὸν δὲ πάλιν εὐθὺς τὸ Πνεῦμα καλεῖ, λέγων, “εἰ δὲ Χριστὸς ἐν “ὑμῖν.” δεικνὺς οὐκ ἀλλότριον αὐτὸ τῆς τοῦ Λόγου φύσεως. ἀλλ’ οὕτω, ἡνωμένον, εἰ καὶ ἔστιν ἰδιοσύστατον, ὡς αὐτὸ τὸ ὑπάρχειν ἐν Υἱῷ, καὶ τὸν Υἱὸν ἐν αὐτῷ διὰ τὴν τῆς οὐσίας ταυτό- τητα.