# Catena In Epistulam Ad Romanos (typus Monacensis) 8.10.6

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), Chapter 8, Verse 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/catenae-novum-testamentum/catena-in-epistulam-ad-romanos-typus-monacensis/8.10.6

Βασιλείου. Πνεῦμα δὲ Χριστοῦ λέγεται, ὡς ᾠκειωμένον αὐτῷ κατὰ τὴν φύσιν. διότι “εἴ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἐστιν αὐτοῦ. Τοῦ αὐτοῦ. Οὐ μὲν υἱὸς, τοῦ Υἱοῦ τὸ Πνεῦμα. ἵνα ἡ τριὰς μὴ νομισθῇ πλῆθος ἄπειρον· υἱοὺς ἐξ υἱῶν ὡς καὶ ἐν ἀνθρώποις ἔχειν ὑποπτευθεῖσα. ἀλλὰ λέγῃς· εἰ Θεοῦ μὲν εἰκὼν ὁ Υἱὸς Υἱοῦ δὲ τὸ Πνεῦμα, διατί μὴ υἱὸς τοῦ Υἱοῦ, τὸ Πνεῦμα εἴρηται; τούτῳ γὰρ ἰσχυροτάτῳ πρὸς τὴν ἀσέβειαν ἐχρήσω. ἣ γὰρ υἱὸν ἣ κτίσμα κελεύεις νοεῖν. καὶ ὅτι μὴ υἱὸς ὠνόμασται, διὰ τοῦτο κτίσμα εἶναι βλασφημεῖς τὸ τῆς κτίσεως αἴτιον; τὸ τῆς κτίσεως ἁγιαστικὸν καὶ θεοποιόν; τὸ, Κυρίου καὶ Θεοῦ δοξαζόμενον ὀνόματι; τὸ τῶν θείων ἐνεργειῶν πληρωματικόν; εἴπερ οὖν ἀνάξιόν σοι φαίνεται τῆς υἱοῦ προσηγορίας, ὡς ἀλλότριον Υἱοῦ καὶ Πατρὸς, σκέψαι πῶς υἱοὺς ἀπεργάζεται τοὺς ἁγιαζομένους. εἰ σὺ διὰ τὸ Πνεῦμα θεὸς, πῶς τὸ Πνεῦμα θεότητος ἀλλότριον; ἀντερωτήσεις δὴ πάλιν. διὰ τι δὴ τὸ τοῦ υἱοῦ μὴ εἴληφεν ὄνομα; κἂν σιωπήσωμεν οὐ βουλόμενοι τὰ τοῦ Θεοῦ περιεργάζεσθαι, νενικῆ- σθαι τὴν τοῦ θείου πνεύματος δόξαν ὑπολαμβάνεις· διὰ τὸ, τὴν Υἱοῦ μὴ κεῖσθαι προσηγορίαν ἐπ’ αὐτοῦ. ὥσπερ οὐχὶ ταὐτὸν δυνάμενος ἀπαιτεῖσθαι. εἰ γὰρ ὁμολογεῖς διὰ τὸ πνεῦμα, υἱοὺς θέσει γενέσθαι μυρίους, διατί τὸ πνεῦμα μὴ δὲ θέσει προσαγορεύεται υἱός; κάλλιον δήπουθεν ὃν τῶν υἱοθετουμένων χάριτι δι’ αὐτοῦ. καὶ διὰ τοῦτο μᾶλλον οὐκ ὀφεῖλον ἐλαττοῦσθαι διὰ τὴν προσ- ηγοριαν. Ἡμεῖς δὲ καὶ περὶ τούτου κατὰ τὸ δυνατὸν ἀποκρινούμεθα πρὸς ἡμᾶς αὐτούς. ἔπειγε πρός γε σὲ καὶ σιωπᾶν ἐξήρκει. τῆς αὐτῆς ἐρωτήσεως ἐπικειμένης καὶ σοί. λέγομεν οὖν, ὅτι τὸ εἰπεῖν υἱὸν ἐξ υἱοῦ τὴν τριάδα τῆς θεότητος εἰς πλήθους ὑποψίαν προσῆγεν ἃν τοῖς ἀκούσασιν. ἕτοιμον γὰρ ἦν ὑπολαβεῖν, ὡς εἴπερ υἱὸς ἐξ υἱοῦ γεγέννηται, καὶ ἕτερος ἐκ τούτου πάλιν εἴη γεγεννημένος, καὶ πάλιν ἄλλος, καὶ ἐπὶ πλῆθος ἑξῆς. διὰ δὴ τοῦτο τὸ μὲν ἐκ Θεοῦ τὸ Πνεῦμα εἶναι, τρανῶς ἐκήρυξεν ὁ Ἀπόστολος λέγων, ὅτι τὸ πνεῦμα τὸ ἐκ Θεοῦ ἐλάβομεν. καὶ τὸ δι’ υἱοῦ πεφηνέναι σαφὲς πεποίηκεν. Υἱοῦ Πνεῦμα ὀνομάσας αὐτὸ καθάπερ Θεοῦ· καὶ νοῦν Χριστοῦ προσειπὼν, καθάπερ καὶ Θεοῦ Πνεῦμα ὡς τοῦ ἀνθρώπου. υἱὸν δὲ προσειπεῖν ἐφυλάξατο· ἵνα ἦ εἷς μὲν Πατὴρ ὁ Θεὸς, ἀεὶ δια- μένων Πατὴρ καὶ ὢν ἀιδίως, ὄ ἐστιν. εἰς ’δε Υἱὸς ἀιδίῳ γεννήσει γεγεννημένος ἀνάρχως· ἀνάρχως· σὺν τῷ Πατρὶ ὣν, Υἱὸς ἀληθινὸς Θεοῦ· ἀεὶ ὣν ὁ ἐστι, Θεὸς Λόγος καὶ Κύριος. ἓν δὲ καὶ τὸ Πνεῦμα Ἅγιον· ἀληθῶς Ἅγιον Πνεῦμα· κατὰ τὸ γεγραμμένον, τὸ μετὰ Πατρὸς Υἱοῦ συνδοξαζόμενον. ὃ δὴ καὶ “ Πνεῦμα στόματος” ὀνομάζεται, παρὰ τῷ προφήτῃ Δαβίδ.

---

Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis), ed. John Anthony Cramer. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4102.tlg011.local001/.
